호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ ἄρχοντος δ Ἀθήνησι Καλλίου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Κορνήλιον Γάιον Φάβιον, Ὀλυμπιὰς δ ἤχθη παρ Ἠλείοις δευτέρα πρὸς ταῖς ἐνενήκοντα, καθ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.? ἐπὶ δὲ τούτων Ἀθηναίων περὶ Σικελίαν ἐπταικότων συνέβη τὴν ἡγεμονίαν αὐτῶν καταφρονηθῆναι: εὐθὺς γὰρ Χῖοι καὶ Σάμιοι καὶ Βυζάντιοι καὶ πολλοὶ τῶν συμμάχων ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους.
διόπερ ὁ δῆμος ἀθυμήσας ἐξεχώρησεν ἑκουσίως τῆς δημοκρατίας, ἑλόμενος δὲ ἄνδρας τετρακοσίους, τούτοις τὴν διοίκησιν ἐπέτρεψε τῶν κοινῶν. οἱ δὲ τῆς ὀλιγαρχίας προεστῶτες ναυπηγησάμενοι πλείους τριήρεις ἀπέστειλαν τεσσαράκοντα καὶ στρατηγούς. οὗτοι δὲ στασιάζοντες πρὸς ἀλλήλους εἰς Ὠρωπὸν ἐξέπλευσαν:
ἐκεῖ γὰρ ὡρ´μουν αἱ τῶν πολεμίων τριήρεις. γενομένης οὖν ναυμαχίας ἐνίκων οἱ Λακεδαιμόνιοι, καὶ σκαφῶν εἴκοσι καὶ δυεῖν ἐκυρίευσαν. Συρακόσιοι δὲ καταλελυκότες τὸν πρὸς Ἀθηναίους πόλεμον, τοὺς μὲν Λακεδαιμονίους συμμαχήσαντας, ὧν ἦρχε Γύλιππος, ἐτίμησαν τοῖς ἐκ τοῦ πολέμου λαφύροις, συναπέστειλαν δ αὐτοῖς εἰς Λακεδαίμονα συμμαχίαν εἰς τὸν πρὸς Ἀθηναίους πόλεμον τριάκοντα καὶ πέντε τριήρεις, ὧν ἦρχεν Ἑρμοκράτης ὁ πρωτεύων τῶν πολιτῶν.
αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀθροίσαντες τοὺς μὲν ναοὺς ἀναθήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν.
μετὰ δὲ ταῦτα τῶν δημαγωγῶν ὁ πλεῖστον παρ αὐτοῖς ἰσχύσας Διοκλῆς ἔπεισε τὸν δῆμον μεταστῆσαι τὴν πολιτείαν εἰς τὸ κλήρῳ τὰς ἀρχὰς διοικεῖσθαι, ἑλέσθαι δὲ καὶ νομοθέτας εἰς τὸ τὴν πολιτείαν διατάξαι καὶ νόμους καινοὺς ἰδίᾳ συγγράψαι.
διόπερ οἱ Συρακόσιοι τοὺς φρονήσει διαφέροντας τῶν πολιτῶν εἵλοντο νομοθέτας, ὧν ἦν ἐπιφανέστατος Διοκλῆς.
τοσοῦτο γὰρ τῶν ἄλλων διήνεγκε συνέσει καὶ δόξῃ, ὥστε τῆς νομοθεσίας ὑπὸ πάντων κοινῇ γραφείσης ὀνομασθῆναι τοὺς νόμους Διοκλέους. οὐ μόνον δὲ τὸν ἄνδρα τοῦτον ζῶντα ἐθαύμασαν οἱ Συρακόσιοι, ἀλλὰ καὶ τελευτήσαντα τιμαῖς ἡρωικαῖς ἐτίμησαν καὶ νεὼν ᾠκοδόμησαν δημοσίᾳ τὸν ὕστερον ὑπὸ Διονυσίου κατὰ τὴν τειχοποιίαν καθαιρεθέντα.
ἐθαυμάσθη δὲ ὁ ἀνὴρ οὗτος καὶ παρὰ τοῖς ἄλλοις Σικελιώταις: πολλαὶ γοῦν τῶν κατὰ τὴν νῆσον πόλεων χρώμεναι διετέλεσαν τοῖς τούτου νόμοις, μέχρι ὅτου πάντες οἱ Σικελιῶται τῆς Ῥωμαίων πολιτείας ἠξιώθησαν.
οἱ δ οὖν Συρακόσιοι κατὰ τοὺς νεωτέρους χρόνους κατὰ μὲν Τιμολέοντα νομοθετήσαντος αὐτοῖς Κεφάλου, κατὰ δὲ τὸν Ιἕρωνα τὸν βασιλέα Πολυδώρου, οὐδέτερον αὐτῶν ὠνόμασαν νομοθέτην, ἀλλ ἢ ἐξηγητὴν τοῦ νομοθέτου, διὰ τὸ τοὺς νόμους γεγραμμένους ἀρχαίᾳ διαλέκτῳ δοκεῖν εἶναι δυσκατανοήτους. μεγάλης δὲ οὔσης κατὰ τὴν νομοθεσίαν ἀναθεωρήσεως, μισοπόνηρος μὲν φαίνεται διὰ τὸ πάντων τῶν νομοθετῶν πικρότατα πρόστιμα θεῖναι κατὰ πάντων τῶν ἀδικούντων, δίκαιος δ ἐκ τοῦ περιττότερον τῶν πρὸ αὐτοῦ κατ ἀξίαν ἑκάστῳ τὸ ἐπιτίμιον ὑπάρξαι, πραγματικὸς δὲ καὶ πολύπειρος ἐκ τοῦ πᾶν ἔγκλημα καὶ πρᾶγμα δημόσιόν τε καὶ ἰδιωτικὸν ἀμφισβητούμενον ὡρισμένης ἀξιῶσαι τιμωρίας:
ἔστι δὲ καὶ κατὰ τὴν λέξιν σύντομος καὶ πολλὴν τοῖς ἀναγινώσκουσιν ἀπολείπων ἀναθεώρησιν. ἐμαρτύρησε δ αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν σκληρότητα τῆς ψυχῆς ἡ περὶ τὴν τελευτὴν περιπέτεια.
ταῦτα μὲν οὖν ἀκριβέστερον εἰπεῖν προήχθην διὰ τὸ τοὺς πλείους τῶν συγγραφέων ὀλιγωρότερον περὶ αὐτοῦ διειλέχθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기