호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ ἐὰν τοὺσ αἰχμαλώτουσ ἀφέντεσ φιλίαν συνάπτησθε, προδόται φανήσεσθε τῶν συμμαχησάντων, καὶ τοὺσ κοινοὺσ ἐχθροὺσ δυνάμενοι ταπεινῶσαι, τοσούτουσ στρατιώτασ ἀποδόντεσ πάλιν ἰσχυροὺσ κατασκευάσετε. οὐ γὰρ ἄν ποτ’ ἔγωγε πιστεύσαιμι, ὡσ Ἀθηναῖοι τηλικαύτην ἔχθραν ἐπανῃρημένοι βεβαίαν φυλάξουσι τὴν φιλίαν, ἀλλ’ ἀσθενεῖσ μὲν ὄντεσ ὑποκριθήσονται τὴν εὔνοιαν, ἀναλαβόντεσ δ’ αὑτοὺσ τὴν ἀρχαίαν προαίρεσιν εἰσ τέλοσ ἄξουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기