- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 29

(디오도로스 시켈로스, Library, book xiii, chapter 29)

πῶς οὖν οὐκ ἄτοπον, ἄνδρες Συρακόσιοι, τοὺς μὲν τετελευτηκότας ἑκούσιον ὑπὲρ ὑμῶν ἑλέσθαι θάνατον, ὑμᾶς δὲ ὑπὲρ ἐκείνων μηδὲ παρὰ τῶν πολεμιωτάτων λαβεῖν τιμωρίαν, καὶ ἐπαινεῖν μὲν τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τοὺς ἰδίους ἀναλώσαντας βίους, περὶ πλείονος δὲ τὴν τῶν φονέων ποιεῖσθαι σωτηρίαν τῆς ἐκείνων τιμῆς·? κοσμεῖν ἐψηφίσασθε δημοσίᾳ τοὺς τάφους τῶν μετηλλαχότων:

καὶ τίνα καλλίονα κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας· εἰ μὴ νὴ Δία πολιτογραφήσαντες αὐτοὺς βούλεσθε καταλιπεῖν ἔμψυχα τρόπαια τῶν μετηλλαχότων. ἀλλὰ μεταβαλόντες τὴν τῶν πολεμίων προσηγορίαν γεγόνασιν ἱκέται:

πόθεν αὐτοῖς ταύτης τῆς φιλανθρωπίας συγκεχωρημένης· οἱ γὰρ ἀπ ἀρχῆς τὰ περὶ τούτων νόμιμα διατάξαντες τοῖς μὲν δυστυχοῦσι τὸν ἔλεον, τοῖς δὲ διὰ πονηρίαν ἀδικοῦσιν ἔταξαν τιμωρίαν. ἐν ποτέρᾳ δὴ τάξει θῶμεν τοὺς αἰχμαλώτους·

ἐν τῇ τῶν ἠτυχηκότων· καὶ τίς αὐτοὺς τύχη μὴ προαδικηθέντας ἐβιάσατο πολεμεῖν Συρακοσίοις καὶ τὴν παρὰ πᾶσιν ἐπαινουμένην εἰρήνην ἀφέντας ἐπὶ κατασκαφῇ παρεῖναι τῆς ὑμετέρας πόλεως· διόπερ ἑκουσίως ἑλόμενοι πόλεμον ἄδικον εὐψύχως ὑπομενόντων τὰ τούτου δεινά, καὶ μή, κρατοῦντες μέν, ἀπαραίτητον ἐχόντων τὴν καθ ὑμῶν ὠμότητα, σφαλέντες δέ, τοῖς τῆς ἱκεσίας φιλανθρώποις παραιτείσθων τὴν τιμωρίαν.

εἰ δ ἐλέγχονται διὰ πονηρίαν καὶ πλεονεξίαν τοιούτοις ἐλαττώμασι περιπεπτωκότες, μὴ καταμεμφέσθων τὴν τύχην, μηδ ἐπικαλείσθων τὸ τῆς ἱκεσίας ὄνομα.

τοῦτο γὰρ παρ ἀνθρώποις φυλάττεται τοῖς καθαρὰν μὲν τὴν ψυχήν, ἀγνώμονα δὲ τὴν τύχην ἐσχηκόσιν. οὗτοι δ ἁπάντων τῶν ἀδικημάτων πλήρη τὸν βίον ἔχοντες οὐδένα τόπον αὐτοῖς βάσιμον εἰς ἔλεον καὶ καταφυγὴν ἀπολελοίπασι.

τί γὰρ τῶν αἰσχίστων οὐκ ἐβουλεύσαντο, τί δὲ τῶν δεινοτάτων οὐκ ἔπραξαν·

πλεονεξίας ἴδιόν ἐστι τὸ ταῖς ἰδίαις εὐτυχίαις οὐκ ἀρκούμενον τῶν πόρρω κειμένων καὶ μηδὲν προσηκόντων ἐπιθυμεῖν: οὗτοι ταῦτ ἔπραξαν. εὐδαιμονέστατοι γὰρ ὄντες τῶν Ἑλλήνων, τὴν εὐτυχίαν ὥσπερ βαρὺ φορτίον οὐ φέροντες, τὴν πελάγει τηλικούτῳ διειργομένην Σικελίαν ἐπεθύμησαν κατακληρουχῆσαι, τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενοι. δεινόν ἐστι μὴ προαδικηθέντας πόλεμον ἐπιφέρειν:

καὶ τοῦτ ἐνήργησαν. φίλοι γὰρ ὄντες τὸν ἔμπροσθεν χρόνον, ἐξαίφνης ἀνελπίστως τηλικαύτῃ δυνάμει Συρακοσίους ἐπολιόρκησαν. ὑπερηφάνων ἐστὶ τὸ τῶν μήπω κρατηθέντων προλαμβάνοντας τὴν τύχην καταψηφίζεσθαι τιμωρίαν:

οὐδὲ τοῦτο παραλελοίπασι. πρὸ τοῦ γὰρ ἐπιβῆναι τῆς Σικελίας γνώμην ἐκύρωσαν Συρακοσίους μὲν καὶ Σελινουντίους ἐξανδραποδίσασθαι, τοὺς δὲ λοιποὺς διδόναι φόρους ἀναγκάζειν. ὅταν οὖν περὶ τοὺς αὐτοὺς ἀνθρώπους ὑπάρχῃ πλεονεξία, ἐπιβουλή, ὑπερηφανία, τίς ἂν νοῦν ἔχων αὐτοὺς ἐλεήσειεν· ἐπεί τοί γε Ἀθηναῖοι πῶς ἐχρήσαντο Μιτυληναίοις·

κρατήσαντες γὰρ αὐτῶν, ἀδικῆσαι μὲν οὐδὲν βουλομένων, ἐπιθυμούντων δὲ τῆς ἐλευθερίας, ἐψηφίσαντο τοὺς ἐν τῇ πόλει κατασφάξαι. ὠμόν τε καὶ βάρβαρον τὸ πεπραγμένον.

καὶ ταῦτα ἐξήμαρτον εἰς Ἕλληνας, εἰς συμμάχους, εἰς εὐεργέτας πολλάκις γεγενημένους. μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας: δικαιότατον γάρ ἐστιν, ὃν καθ ἑτέρων νόμον τις ἔθηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν. καὶ τί λέγω Μηλίους, οὓς ἐκπολιορκήσαντες ἡβηδὸν ἀπέκτειναν, καὶ Σκιωναίους, οἳ συγγενεῖς ὄντες τῆς αὐτῆς Μηλίοις τύχης ἐκοινώνησαν·

ὥστε δύο δήμους πρὸς Ἀττικὴν ὀργὴν ἐπταικότας οὐδὲ τοὺς κηδεύσοντας ἔχειν τὰ τῶν τετελευτηκότων σώματα. οὐ Σκύθαι τοῦτ ἔπραξαν, ἀλλ ὁ προσποιούμενος φιλανθρωπίᾳ διαφέρειν δῆμος ψηφίσμασι τὰς πόλεις ἄρδην ἀνῄρηκεν.

ἤδη λογίζεσθε, τί ἂν ἔπραξαν, εἰ τὴν τῶν Συρακοσίων πόλιν ἐξεπόρθησαν: οἱ γὰρ τοῖς οἰκείοις οὕτως ὠμῶς χρησάμενοι τοῖς μηδὲν προσήκουσι βαρυτέραν ἂν ἐξεῦρον τιμωρίαν. οὐκ ἔστιν οὖν τούτοις δίκαιος ἀποκείμενος ἔλεος:

αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι. ποῦ γὰρ ἄξιον τούτοις καταφυγεῖν· πρὸς θεούς, ὧν τὰς πατρίους τιμὰς ἀφελέσθαι προείλοντο· πρὸς ἀνθρώπους, οὓς δουλωσόμενοι παρεγένοντο· Δήμητρα καὶ Κόρην καὶ τὰ τούτων ἐπικαλοῦνται μυστήρια, τὴν ἱερὰν αὐτῶν νῆσον πεπορθηκότες· ναί, ἀλλ οὐκ αἴτιον τὸ πλῆθος τῶν Ἀθηναίων, ἀλλ Ἀλκιβιάδης ὁ ταῦτα συμβουλεύσας.

ἀλλ εὑρήσομεν τοὺς συμβούλους κατὰ τὸ πλεῖστον στοχαζομένους τῆς τῶν ἀκουόντων βουλήσεως, ὥσθ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως. οὐ γὰρ ὁ λέγων κύριος τοῦ πλήθους, ἀλλ ὁ δῆμος ἐθίζει τὸν ῥήτορα τὰ βέλτιστα λέγειν χρηστὰ βουλευόμενος. εἰ δὲ τοῖς ἀδικοῦσιν ἀνήκεστα συγγνώμην δώσομεν, ἐὰν εἰς τοὺς συμβούλους τὴν αἰτίαν ἀναφέρωσιν, εὐχερῆ τοῖς πονηροῖς τὴν ἀπολογίαν παρεξόμεθα.

ἁπλῶς δὲ πάντων ἐστὶν ἀδικώτατον τῶν μὲν εὐεργεσιῶν μὴ τοὺς συμβούλους, ἀλλὰ τὸν δῆμον ἀπολαμβάνειν τὰς χάριτας παρὰ τῶν εὖ παθόντων, τῶν δ ἀδικημάτων ἐπὶ τοὺς ῥήτορας μεταφέρειν τὴν τιμωρίαν. καὶ ἐπὶ τοσοῦτόν τινες ἐξεστήκασι τῶν λογισμῶν, ὥστ Ἀλκιβιάδην, εἰς ὃν τὴν ἐξουσίαν οὐκ ἔχομεν, φασὶ δεῖν τιμωρεῖσθαι, τοὺς δ αἰχμαλώτους ἀγομένους ἐπὶ τὴν προσήκουσαν τιμωρίαν ἀφεῖναι, καὶ πᾶσιν ἐνδείξασθαι, διότι τὴν δικαίαν μισοπονηρίαν οὐκ ἔσχηκεν ὁ δῆμος τῶν Συρακοσίων.

εἰ δὲ καὶ κατ ἀλήθειαν αἴτιοι γεγόνασιν οἱ σύμβουλοι τοῦ πολέμου, μεμφέσθω τὸ μὲν πλῆθος τοῖς ῥήτορσιν ὑπὲρ ὧν ἐξηπάτησαν, ὑμεῖς δὲ δικαίως μετελεύσεσθε τὸ πλῆθος ὑπὲρ ὧν ἠδίκησθε.

καθόλου δ εἰ μὲν ἐπιστάμενοι σαφῶς ἠδίκησαν, δι αὐτὴν τὴν προαίρεσιν ἄξιοι τιμωρίας, εἰ δ εἰκῇ βουλευσάμενοι τὸν πόλεμον ἐξήνεγκαν, οὐδ ὣς αὐτοὺς ἀφετέον, ἵνα μὴ σχεδιάζειν ἐν τοῖς τῶν ἄλλων βίοις ἐθισθῶσιν. οὐ γὰρ δίκαιόν ἐστι τὴν Ἀθηναίων ἄγνοιαν Συρακοσίοις φέρειν ἀπώλειαν, οὐδ ἐν οἷς τὸ πραχθὲν ἀνήκεστόν ἐστιν, ἐν τούτοις ἀπολογίαν ὑπολείπεσθαι τοῖς ἁμαρτάνουσι. νὴ Δία, ἀλλὰ Νικίας ὑπὲρ Συρακοσίων ἐπολιτεύσατο καὶ μόνος συνεβούλευσε μὴ πολεμεῖν.

τὸν μὲν ἐκεῖ γεγενημένον λόγον ἀκούομεν, τὰ δ ἐνταῦθα πεπραγμένα τεθεωρήκαμεν. ὁ γὰρ ἀντειπὼν ἐκεῖ περὶ τῆς στρατείας, ἐνταῦθα στρατηγὸς ἦν τῆς δυνάμεως:

καὶ ὁ πολιτευόμενος ὑπὲρ Συρακοσίων, ἀπετείχισεν ὑμῶν τὴν πόλιν: καὶ ὁ φιλανθρώπως διακείμενος πρὸς ὑμᾶς, Δημοσθένους καὶ τῶν ἄλλων ἁπάντων βουλομένων λῦσαι τὴν πολιορκίαν, μόνος ἐβιάσατο μένειν καὶ πολεμεῖν. διόπερ ἔγωγε νομίζω μὴ δεῖν παρ ὑμῖν πλέον ἰσχῦσαι τὸν μὲν λόγον τῶν ἔργων, τὴν δ ἀπαγγελίαν τῆς πείρας, τὰ δ ἀφανῆ τῶν ὑπὸ πάντων ἑωραμένων. νὴ Δί, ἀλλὰ καλὸν μὴ ποιεῖν τὴν ἔχθραν αἰώνιον.

οὐκοῦν μετὰ τὴν τῶν ἠδικηκότων κόλασιν, ἐὰν ὑμῖν δοκῇ, προσηκόντως διαλύσεσθε τὴν ἔχθραν. οὐ γὰρ δίκαιον, ὅταν μὲν κρατῶσιν, ὡς δούλοις χρῆσθαι τοῖς ἡλωκόσιν, ὅταν δὲ κρατηθῶσιν, ὡς οὐδὲν ἠδικηκότας συγγνώμης τυγχάνειν. καὶ τοῦ μὲν δοῦναι δίκην ὧν ἔπραξαν ἀφεθήσονται, λόγῳ δ εὐσχήμονι καθ ὃν ἂν χρόνον αὐτοῖς συμφέρῃ τῆς φιλίας μνημονεύσουσιν. ἐῶ γὰρ ὅτι τοῦτο πράξαντες σὺν πολλοῖς ἄλλοις καὶ τοὺς Λακεδαιμονίους ἀδικήσετε, ὑμῶν χάριν κἀκεῖ τὸν πόλεμον ἐπανῃρημένους καὶ ἐνταῦθα συμμαχίαν ἀποστείλαντας:

ἐξῆν γὰρ αὐτοῖς ἀγαπητῶς ἄγειν εἰρήνην καὶ περιορᾶν τὴν Σικελίαν πορθουμένην. διόπερ ἐὰν τοὺς αἰχμαλώτους ἀφέντες φιλίαν συνάπτησθε, προδόται φανήσεσθε τῶν συμμαχησάντων, καὶ τοὺς κοινοὺς ἐχθροὺς δυνάμενοι ταπεινῶσαι, τοσούτους στρατιώτας ἀποδόντες πάλιν ἰσχυροὺς κατασκευάσετε.

οὐ γὰρ ἄν ποτ ἔγωγε πιστεύσαιμι, ὡς Ἀθηναῖοι τηλικαύτην ἔχθραν ἐπανῃρημένοι βεβαίαν φυλάξουσι τὴν φιλίαν, ἀλλ ἀσθενεῖς μὲν ὄντες ὑποκριθήσονται τὴν εὔνοιαν, ἀναλαβόντες δ αὑτοὺς τὴν ἀρχαίαν προαίρεσιν εἰς τέλος ἄξουσιν. ἐγὼ μὲν οὖν, ὦ Ζεῦ καὶ πάντες θεοί, μαρτύρομαι πάντας ὑμᾶς μὴ σώζειν τοὺς πολεμίους, μὴ ἐγκαταλιπεῖν τοὺς συμμάχους, μὴ πάλιν ἕτερον ἐπάγειν τῇ πατρίδι κίνδυνον.

ὑμεῖς δέ, ὦ ἄνδρες Συρακόσιοι, τούτους ἀφέντες, ἐὰν ἀποβῇ τι δυσχερές, οὐδ ἀπολογίαν ἑαυτοῖς εὐσχήμονα καταλείψετε.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION