호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Συρακόσιοι πεντήκοντα μὲν τὰς καταλειφθείσας ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν, ἐκβιβάσαντες δ ἐκ τῶν τριήρων ἅπαντας καὶ καθοπλίσαντες, μετὰ πάσης τῆς δυνάμεως ἠκολούθουν τοῖς Ἀθηναίοις, ἐξαπτόμενοι καὶ βαδίζειν εἰς τοὔμπροσθεν διακωλύοντες.? ἐπὶ τρεῖς δ ἡμέρας ἐπακολουθοῦντες καὶ πανταχόθεν περιλαμβάνοντες ἀπεῖργον εὐθυπορεῖν πρὸστὴν σύμμαχον Κατάνην, παλινοδίαν δὲ καταναγκάσαντες ποιήσασθαι διὰ τοῦ Ἐλωρίου πεδίου, πρὸς τῷ Ἀσινάρῳ ποταμῷ περικυκλώσαντες ἀπέκτειναν μὲν μυρίους ὀκτακισχιλίους, ἐζώγρησαν δὲ ἑπτακισχιλίους, ἐν οἷς καὶ τοὺς στρατηγοὺς Δημοσθένην καὶ Νικίαν:
οἱ δὲ λοιποὶ διηρπάσθησαν ὑπὸ τῶν στρατιωτῶν. οἱ γὰρ Ἀθηναῖοι πάντοθεν ἀποκλειομένης τῆς σωτηρίας ἠναγκάσθησαν τὰ ὅπλα καὶ ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις.
τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι στήσαντες δύο τρόπαια, καὶ τὰ τῶν στρατηγῶν ὅπλα πρὸς ἑκάτερον προσηλώσαντες, ἀνέστρεψαν εἰς τὴν πόλιν. τότε μὲν οὖν τοῖς θεοῖς ἔθυσαν πανδημεί, τῇ δ ὑστεραίᾳ συναχθείσης ἐκκλησίας ἐβουλεύοντο, πῶς χρήσονται τοῖς αἰχμαλώτοις.
Διοκλῆς δέ τις, τῶν δημαγωγῶν ἐνδοξότατος ὤν, ἀπεφήνατο γνώμην ὡς δέοι τοὺς μὲν στρατηγοὺς τῶν Ἀθηναίων μετ αἰκίας ἀνελεῖν, τοὺς δ ἄλλους αἰχμαλώτους ἐν μὲν τῷ παρόντι τεθῆναι πάντας εἰς τὰς λατομίας, μετὰ δὲ ταῦτα τοὺς μὲν συμμαχήσαντας τοῖς Ἀθηναίοις λαφυροπωλῆσαι, τοὺς δ Ἀθηναίους ἐργαζομένους ἐν τῷ δεσμωτηρίῳ λαμβάνειν ἀλφίτων δύο κοτύλας. ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος Ἑρμοκράτης παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐνεχείρει λέγειν, ὡς κάλλιόν ἐστι τοῦ νικᾶν τὸ τὴν νίκην ἐνεγκεῖν ἀνθρωπίνως.
θορυβοῦντος δὲ τοῦ δήμου καὶ τὴν δημηγορίαν οὐχ ὑπομένοντος, Νικόλαός τις,ἐστερημένος ἐν τῷ πολέμῳ δυεῖν υἱῶν, ἀνέβαινεν ἐπὶ τὸ βῆμα κατεχόμενος ὑπὸ τῶν οἰκετῶν διὰ τὸ γῆρας:
ὃν ὡς εἶδεν ὁ δῆμος, ἔληξε τοῦ θορύβου, νομίζων κατηγορήσειν τῶν αἰχμαλώτων. γενομένης οὖν σιωπῆς ὁ πρεσβύτερος ἐντεῦθεν ἤρξατο τῶν λόγων. τῶν κατὰ τὸν πόλεμον ἀτυχημάτων, ἄνδρες Συρακόσιοι, μέρος οὐκ ἐλάχιστον ἐγὼ μετέσχηκα:
δυεῖν γὰρ υἱῶν γενόμενος πατὴρ ἐξέπεμψα μὲν αὐτοὺς εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ὑπεδεξάμην δ ἀντ αὐτῶν ἀγγελίαν, ἣ τὸν ἐκείνων θάνατον ἐμήνυεν. διὸ καὶ καθ ἡμέραν ἐπιζητῶν τὴν συμβίωσιν, καὶ τὴν τελευτὴν ἀναλογιζόμενος, ἐκείνους μὲν μακαρίζω, τὸν ἐμαυτοῦ δὲ βίον ἐλεῶ, πάντων ἡγούμενος εἶναι δυστυχέστατος.
ἐκεῖνοι μὲν γὰρ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον εἰς πατρίδος σωτηρίαν ἀναλώσαντες ἀθάνατον ἑαυτῶν δόξαν καταλελοίπασιν, ἐγὼ δ ἐπὶ τῆς ἐσχάτης ἡλικίας ἔρημος ὢν τῶν θεραπευσόντων τὸ γῆρας διπλοῦν ἔχω τὸ πένθος, τὴν συγγένειαν ἅμα καὶ ἀρετὴν ἐπιζητῶν:
ὅσῳ γὰρ εὐγενέστερον ἐτελεύτησαν, τοσούτῳ ποθεινοτέραν τὴν ὑπὲρ αὐτῶν μνήμην καταλελοίπασιν.
εἰκότως οὖν μισῶ τοὺς Ἀθηναίους, δι ἐκείνους οὐχ ὑπὸ τῶν τέκνων, ἀλλ ὑπὸ οἰκετῶν, ὡς ὁρᾶτε, χειραγωγούμενος. εἰ μὲν οὖν ἑώρων, ὦ ἄνδρες Συρακόσιοι, τὴν παροῦσαν ἐνεστηκέναι βουλὴν ὑπὲρ Ἀθηναίων, εἰκότως ἂν καὶ διὰ τὰς κοινὰς τῆς πατρίδος συμφορὰς καὶ διὰ τὰς ἰδίας ἀτυχίας πικρῶς ἂν αὐτοῖς προσηνέχθην:
ἐπεὶ δ ἅμα τῷ πρὸς τοὺς ἠτυχηκότας ἐλέῳ κρίνεται τό τε κοινῇ συμφέρον καὶ ἡ πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ τοῦ δήμου τῶν Συρακοσίων ἐξενεχθησομένη δόξα, ἀκέραιον ποιήσομαι τὴν τοῦ συμφέροντος συμβουλίαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기