호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς δὲ ναυμαχίας τοιοῦτο τέλος λαβούσης, οἱ μὲν Ἀθηναῖοι πυνθανόμενοι τὸν μετὰ Δημοσθένους στόλον ἐν ὀλίγαις ἡμέραις ἥξειν, ἔκριναν μηκέτι διακινδυνεύειν, ἑώς ἂν ἡ δύναμις ἐκείνη παραγένηται, οἱ δὲ Συρακόσιοι τοὐναντίον βουλόμενοι πρὶν ἐλθεῖν τὴν μετὰ Δημοσθένους στρατιὰν περὶ τῶν ὅλων διακριθῆναι, καθ ἡμέραν ἐπιπλέοντες ταῖς τῶν Ἀθηναίων ναυσὶν ἐξήπτοντο τῆς μάχης.? συμβουλεύσαντος δ αὐτοῖς Ἀρίστωνος τοῦ Κορινθίου κυβερνήτου τὰς πρῴρας τῶν νεῶν ποιῆσαι βραχυτέρας καὶ ταπεινοτέρας, πεισθέντες οἱ Συρακόσιοι πολλὰ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς μετὰ ταῦτα κινδύνοις ἐπλεονέκτησαν.
αἱ μὲν γὰρ Ἀττικαὶ τριήρεις ἦσαν ἀσθενεστέρας ἔχουσαι τὰς πρῴρας καὶ μετεώρους:
διὸ συνέβαινεν αὐτῶν τὰς ἐμβολὰς τιτρώσκειν τοὺς ὑπερέχοντας τῆς θαλάττης τόπους, ὥστε τοὺς πολεμίους μὴ μεγάλοις ἐλαττώμασι περιπίπτειν: αἱ δὲ τῶν Συρακοσίων τὸν περὶ τὴν πρῴραν τόπον ἰσχυρὸν ἔχουσαι καὶ ταπεινόν, κατὰ τὰς τῶν ἐμβολῶν δόσεις μιᾷ πολλάκις πληγῇ κατέδυον τὰς τῶν Ἀθηναίων τριήρεις. ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν Ἀθηναίων ἀγόντων ἡσυχίαν:
ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχθησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι, συνέστη πασῶν τῶν τριήρων ναυμαχία. οἱ μὲν οὖν Ἀθηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ θάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης:
οἱ δὲ Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιθοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο. θλιβόμενοι δὲ πανταχόθεν οἱ Ἀθηναῖοι πρὸς φυγὴν ὡρ´μησαν:
οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν. τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι διὰ τὸ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τοὺς πολεμίους νενικηκέναι, παρῆν Εὐρυμέδων καὶ Δημοσθένης, καταπεπλευκότες μὲν ἐξ Ἀθηνῶν μετὰ δυνάμεως πολλῆς, ἐν δὲ τῷ παράπλῳ παρὰ Θουρίων καὶ Μεσσαπίων προσειληφότες συμμαχίαν.
ἦγον δὲ τριήρεις πλείους τῶν ὀγδοήκοντα, στρατιωτῶν δὲ χωρὶς τῶν ἐν τοῖς πληρώμασι πεντακισχιλίους:
ὅπλα δὲ καὶ χρήματα, πρὸς δὲ τούτοις τὰ πρὸς πολιορκίαν ὄργανα καὶ τὴν ἄλλην παρασκευὴν ἐν στρογγύλοις πλοίοις ἐκόμιζον. δι ἣν αἰτίαν οἱ Συρακόσιοι πάλιν ἐταπεινοῦντο ταῖς ἐλπίσι, νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωθῆναι τοῖς πολεμίοις δυνήσεσθαι. Δημοσθένης δὲ πείσας τοὺς συνάρχοντας ἐπιθέσθαι ταῖς Ἐπιπολαῖς - ἄλλως γὰρ οὐ δυνατὸν ἦν ἀποτειχίσαι τὴν πόλιν - , ἀναλαβὼν μυρίους μὲν ὁπλίτας, ἄλλους δὲ τοσούτους ψιλούς, νυκτὸς ἐπέθετο τοῖς Συρακοσίοις.
ἀπροσδοκήτου δὲ γενομένης τῆς ἐφόδου φρουρίων τέ τινων ἐκράτησαν καὶ παρεισπεσόντες ἐντὸς τοῦ τειχίσματος τῆς Ἐπιπολῆς μέρος τι τοῦ τείχους κατέβαλον. τῶν δὲ Συρακοσίων πανταχόθεν συνδραμόντων ἐπὶ τὸν τόπον, ἔτι δὲ Ἑρμοκράτους μετὰ τῶν ἐπιλέκτων ἐπιβοηθήσαντος, ἐξεώσθησαν οἱ Ἀθηναῖοι καὶ νυκτὸς οὔσης διὰ τὴν ἀπειρίαν τῶν τόπων ἄλλοι κατ ἄλλους τόπους ἐσκεδάσθησαν.
οἱ δὲ Συρακόσιοι μετὰ τῶν συμμάχων καταδιώξαντες, δισχιλίους μὲν καὶ πεντακοσίους τῶν πολεμίων ἀποκτείναντες, οὐκ ὀλίγους δὲ τραυματίας ποιήσαντες, πολλῶν ὅπλων ἐκυρίευσαν.
μετὰ δὲ τὴν μάχην Συρακόσιοι μὲν Σικανὸν ἕνα τῶν στρατηγῶν μετὰ δώδεκα τριήρων ἀπέστειλαν εἰς τὰς ἄλλας πόλεις, τήν τε νίκην ἀπαγγελοῦντα τοῖς συμμάχοις καὶ βοηθεῖν ἀξιοῦντα.
Ἀθηναῖοι δέ, τῶν πραγμάτων αὐτοῖς ἐπὶ τὸ χεῖρον ἐκβάντων καὶ διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης, ἐβουλεύοντο, πῶς δεῖ χρῆσθαι τοῖς πράγμασιν.
Δημοσθένης μὲν οὖν ᾤετο δεῖν ἀποπλεῖν τὴν ταχίστην εἰς Ἀθήνας φάσκων αἱρετώτερον εἶναι πρὸς Λακεδαιμονίους ὑπὲρ τῆς πατρίδος κινδυνεύειν ἢ καθημένους εἰς Σικελίαν μηδὲν τῶν χρησίμων ἐπιτελεῖν:
ὁ δὲ Νικίας οὐκ ἔφη δεῖν αἰσχρῶς οὕτως ἐγκαταλιπεῖν τὴν πολιορκίαν, καὶ τριήρων καὶ στρατιωτῶν, ἔτι δὲ χρημάτων εὐποροῦντας: πρὸς δὲ τούτοις, ἐὰν ἄνευ τῆς τοῦ δήμου γνώμης εἰρήνην ποιησάμενοι πρὸς τοὺς Συρακοσίους ἀποπλεύσωσιν εἰς τὴν πατρίδα, κίνδυνον αὐτοῖς ἐπακολουθήσειν ἀπὸ τῶν εἰωθότων τοὺς στρατηγοὺς συκοφαντεῖν. τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο:
διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφ ἡσυχίας ἔμενον. τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις Ἱμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δ Ἀθηναῖοι περιδεεῖς ἐγίνοντο.
τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι. διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς.
ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας: καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα. μελλόντων δ αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός.
διόπερ ὁ Νικίας, καὶ φύσει δεισιδαίμων ὑπάρχων καὶ διὰ τὴν ἐν τῷ στρατοπέδῳ νόσον εὐλαβῶς διακείμενος, συνεκάλεσε τοὺς μάντεις. τούτων δ ἀποφηναμένων ἀναγκαῖον εἶναι τὰς εἰθισμένας τρεῖς ἡμέρας ἀναβαλέσθαι τὸν ἔκπλουν, ἠναγκάσθησαν καὶ οἱ περὶ τὸν Δημοσθένην συγκαταθέσθαι διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기