- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 1

(디오도로스 시켈로스, Library, book xiii, chapter 1)

εἰ μὲν ὅμοια τοῖς ἄλλοις ἱστορίαν ἐπραγματευόμεθα, σχεδὸν ἦν ἐν τῷ προοιμίῳ περί τινων διαλεχθέντας ἐφ ὅσον ἦν εὔκαιρον, οὕτως ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάζειν τὸν λόγον:? ὀλίγον γὰρ χρόνον ἀπολαβόντες τῇ γραφῇ, τὴν ἀναστροφὴν ἂν εἴχομεν τὸν ἀπὸ τῶν προοιμίων καρπὸν προσλαμβάνεσθαι: ἐπεὶ δὲ ἐν ὀλίγαις βίβλοις ἐπηγγειλάμεθα μὴ μόνον τὰς πράξεις ἐφ ὅσον ἂν δυνώμεθα γράψειν, ἀλλὰ καὶ περιλήψεσθαι χρόνον πλείονα τῶν χιλίων καὶ ἑκατὸν ἐτῶν, ἀναγκαῖόν ἐστι τὸν πολὺν λόγον τῶν προοιμίων παραπέμψαντας ἐπ αὐτὰς ἔρχεσθαι τὰς πράξεις, τοῦτο μόνον προειπόντας, ὅτι κατὰ μὲν τὰς προηγουμένας ἓξ βίβλους ἀνεγράψαμεν τὰς ἀπὸ τῶν Τρωικῶν πράξεις ἑώς εἰς τὸν ὑπὸ τῶν Ἀθηναίων ψηφισθέντα πόλεμον ἐπὶ Συρακοσίους, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἐστὶν ἔτη ἑπτακόσια ἑξήκοντα ὀκτώ:

ἐν ταύτῃ δὲ προσαναπληροῦντες τὸν συνεχῆ χρόνον, ἀρξόμεθα μὲν ἀπὸ τῆς ἐπὶ Συρακοσίους στρατείας, καταλήξομεν δ ἐπὶ τὴν ἀρχὴν τοῦ δευτέρου πολέμου Καρχηδονίοις πρὸς Διονύσιον τὸν Συρακοσίων τύραννον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION