호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅθεν οὔτε παράκλησιν ἀναμείνας οὔτε λόγον, ἀλλ ἀναλαβὼν ὅσους ἐκέλευσε μετ αὐτοῦ Λέντουλοι δὲ ἦσαν ἀμφότεροι καὶ Φαώνιος ἀνήχθη:? καὶ μικρὸν ὕστερον ἰδόντες ἀπὸ γῆς ἁμιλλώμενον Δηϊόταρον τὸν βασιλέα προσαναλαμβάνουσιν. ἐπεὶ δὲ καιρὸς ἦν δείπνου καὶ παρεσκεύασεν ὁ ναύκληρος ἐκ τῶν παρόντων, ἰδὼν ὁ Φαώνιος οἰκετῶν ἀπορίᾳ τὸν Πομπήϊον ἀρχόμενον αὑτὸν ὑπολύειν προσέδραμε καὶ ὑπέλυσε καὶ συνήλειψε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기