호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπάρξαι δ’ Ἄτλαντι καὶ θυγατέρασ ἑπτά, τὰσ κοινῶσ μὲν ἀπὸ τοῦ πατρὸσ καλουμένασ Ἀτλαντίδασ, ἰδίᾳ δ’ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἁλκυόνην, καὶ τελευταίαν Κελαινώ. ταύτασ δὲ μιγείσασ τοῖσ ἐπιφανεστάτοισ ἡρ́ωσι καὶ θεοῖσ ἀρχηγοὺσ καταστῆναι τοῦ γένουσ τῶν ἀνθρώπων, τεκούσασ τοὺσ δι’ ἀρετὴν θεοὺσ καὶ ἡρ́ωασ ὀνομασθέντασ, οἱο͂ν τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖσ ἀνθρώποισ· παραπλησίωσ δὲ καὶ τὰσ ἄλλασ Ἀτλαντίδασ γεννῆσαι παῖδασ ἐπιφανεῖσ, ὧν τοὺσ μὲν ἐθνῶν, τοὺσ δὲ πόλεων γενέσθαι κτίστασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기