호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διάρσει γὰρ ἱστίων θέουσαι καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκισ νυκτὸσ ὠθούμεναι, ὁτὲ μὲν πέτραισ προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δ’ εἰσ τεναγώδεισ ἰσθμοὺσ ἐμπίπτουσιν· οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλέον εἶναι τὸ βάθοσ ἀνδρομήκουσ, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηθοῦντεσ ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆσ τροφῆσ· οὐδ’ οὕτω δὲ τῆσ ἀποστροφῆσ τυγχάνοντεσ εἰσ μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτ’ ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσθαι· ἄξενοι γὰρ παντελῶσ οἱ τόποι καὶ σπανίουσ ἔχοντεσ τοὺσ ναυσὶ διακομιζομένουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기