호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχουσ πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντοσ τοῦ κρυστάλλου διαβάσεισ στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδουσ, πήγνυται δὲ ὁ οἶνοσ καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραισ ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆσ ἐσθῆτοσ παρατριβούσησ περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντεσ ῥήγνυνται, κατὰ δέ τινασ καιροὺσ διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺσ τόπουσ φασί· πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖσ μὲν ἀγνοοῦσιν ἄπιστα, τοῖσ δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기