호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατηγὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψασθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν:? ἐγύμναζον δὲ καὶ συνέταττον τοὺς πολιτικοὺς ἱππεῖς:
παρεσκεύαζον δὲ καὶ τὰ περιλιπῆ τῶν πλοίων, τριήρεις καὶ πεντηκοντόρους καὶ τὰ μέγιστα τῶν ἀκατίων. οἱ δὲ περὶ τὸν Μάθω, παραγενομένων αὐτοῖς εἰς ἑπτὰ μυριάδας Λιβύων, ἐπιδιελόντες τούτους, ἀσφαλῶς ἐπολιόρκουν τοὺς Ἰτυκαίους καὶ τοὺς Ἱππακρίτας, βεβαίως δὲ τὴν ἐν τῷ Τύνητι στρατοπεδείαν κατεῖχον, ἀποκεκλείκεσαν δὲ τοὺς Καρχηδονίους ἁπάσης τῆς ἐκτὸς Λιβύης.
ἡ γὰρ Καρχηδὼν αὐτὴ μὲν ἐν κόλπῳ κεῖται, προτείνουσα καὶ χερρονησίζουσα τῇ θέσει, τὸ μὲν τῇ θαλάττῃ τὸ δέ τι καὶ λίμνῃ περιεχομένη κατὰ τὸ πλεῖστον:
ὁ δὲ συνάπτων ἰσθμὸς αὐτὴν τῇ Λιβύῃ τὸ πλάτος ὡς εἴκοσι καὶ πέντε σταδίων ἐστιν.
τούτου δ ἐπὶ μὲν τοῦ πρὸς τὸ πέλαγος νεύοντος μέρους οὐ μακρὰν ἡ τῶν Ἰτυκαίων κεῖται πόλις, ἐπὶ δὲ θατέρου παρὰ τὴν λίμνην ὁ Τύνης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기