- 텍스트

Polybius, Histories, book 1, chapter 70

(폴리비오스, Histories, book 1, chapter 70)

στρατηγοὺς Μάθω καὶ Σπένδιον.? παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν.

οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι καὶ προσιόντων θρασέως, βουλόμενος ὁ Γέσκων ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρατηγὸν ἀπαιτεῖν ἐκέλευεν.

οἱ δ ἐπὶ τοσοῦτον διωργίσθησαν ὥστ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστροφὴν δόντες ὡρ´μησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρπάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετ αὐτοῦ Καρχηδονίους.

οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστ ἂν οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν.

καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι.

Ὁ μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπικληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν.

οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τῶν πραγμάτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION