- 텍스트

Polybius, Histories, book 1, chapter 68

(폴리비오스, Histories, book 1, chapter 68)

Οἱ δὲ Καρχηδόνιοι τότε πρὸ ὀφθαλμῶν ἐλάμβανον τὴν αὑτῶν ἄγνοιαν, ὅτ ἦν οὐδὲν ὄφελος.? μεγάλα μὲν γὰρ ἥμαρτον, εἰς ἕνα τόπον ἁθροίσαντες τοσοῦτο πλῆθος μισθοφόρων, ἔχοντες οὐδεμίαν ἐλπίδα πολεμικῆς χρείας ἐν ταῖς πολιτικαῖς δυνάμεσι:

τούτου δὲ μεῖζον ἔτι, προέμενοι τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ σὺν τούτοις τὰς ἀποσκευάς:

καὶ τάς τε τῶν ἐπιτηδείων ἀγορὰς ἐκπέμποντες δαψιλεῖς ἐπώλουν, καθὼς ἐκεῖνοι βούλοιντο καὶ τάττοιεν τὰς τιμάς, τῶν τε τῆς γερουσίας ἀεί τινας ἐξαπέστελλον πρέσβεις, ὑπισχνούμενοι ποιήσειν πᾶν ὅ,τι ποτ ἂν αὐτοὺς ἀξιώσαιεν εἰ κατὰ δύναμιν.

πεφρονηματισμένων δὲ καὶ πεπεισμένων διὰ τοὺς προγεγονότας αὐτοῖς ἐν Σικελίᾳ πρὸς τὰ Ῥωμαϊκὰ στρατόπεδα κινδύνους μὴ οἱο῀ν Καρχηδονίους ἀντοφθαλμῆσαί ποτ ἂν πρὸς αὐτοὺς ἐν τοῖς ὅπλοις, ἀλλὰ μηδὲ τῶν λοιπῶν ἀνθρώπων μηδένα ῥᾳδίως.

διόπερ ἅμα τῷ συγχωρῆσαι τὰ περὶ τῶν ὀψωνίων αὐτοῖς τοὺς Καρχηδονίους εὐθέως ἐπέβαινον καὶ τῶν τεθνεώτων ἵππων ἀπῄτουν τὰς ἀξίας.

προσδεξαμένων δὲ καὶ τοῦτο, πάλιν τῆς προσοφειλομένης σιτομετρίας ἐκ πλείονος χρόνου τὴν μεγίστην γεγονυῖαν ἐν τῷ πολέμῳ τιμὴν ἔφασκον αὑτοὺς δεῖν κομίζεσθαι.

καθόλου δ ἀεί τι νέον καὶ καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διάλυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν αὐτοῖς ὑπάρχειν.

οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπιτρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν Σικελίᾳ γεγονότων στρατηγῶν.

πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα δι ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρεσβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως δοκεῖν ἀποτεθεῖσθαι:

πρὸς δὲ Γέσκωνα πάνυ διέκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δ αὐτῶν πρόνοιαν τὴν ἐνδεχομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν ἀνακομιδήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION