- 텍스트

Polybius, Histories, book 1, chapter 33

(폴리비오스, Histories, book 1, chapter 33)

Οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς πολεμίοις.? συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες τῶν ὑπεναντίων.

τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί πρακτέον εἰή κατὰ τὸ παρόν:

οἱ δὲ πολλοὶ προθύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶντες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην.

οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆσθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτ αὐτῷ δοκεῖ συμφέρειν.

ὁ δὲ λαβὼν τὴν ἐξουσίαν, τοὺς μὲν ἐλέφαντας ἐξαγαγὼν ἐφ ἕνα πρὸ πάσης τῆς δυνάμεως ἐν μετώπῳ κατέστησε, τὴν δὲ φάλαγγα τῶν Καρχηδονίων ἐν ἀποστήματι συμμέτρῳ τούτοις κατόπιν ἐπέστησε.

τῶν δὲ μισθοφόρων τοὺς μὲν ἐπὶ τὸ δεξιὸν κέρας παρενέβαλεν, τοὺς δ εὐκινητοτάτους ὁμοῦ τοῖς ἱππεῦσιν ἑκατέρου τοῦ κέρατος προέστησεν.

οἱ δὲ Ῥωμαῖοι συνιδόντες παραταττομένους τοὺς ὑπεναντίους ἀντεξῄεσαν ἑτοίμως.

καταπληττόμενοι δὲ καὶ προορώμενοι τὴν τῶν ἐλεφάντων ἔφοδον, προθέμενοι τοὺς γροσφομάχους πολλὰς ἐπ ἀλλήλαις κατόπιν ἵστασαν σημείας, τοὺς δ ἱππεῖς ἐμέρισαν ἐφ ἑκάτερον τὸ κέρας.

τὴν δὲ σύμπασαν τάξιν βραχυτέραν μὲν ἢ πρόσθεν, βαθυτέραν δὲ ποιήσαντες τῆς μὲν πρὸς τὰ θηρία μάχης δεόντως ἦσαν ἐστοχασμένοι, τῆς δὲ πρὸς τοὺς ἱππεῖς, πολλαπλασίους ὄντας τῶν παρ αὐτοῖς, ὁλοσχερῶς ἠστόχησαν.

ἐπεὶ δ ἀμφότεροι κατὰ τὰς ἑαυτῶν προαιρέσεις καὶ καθόλου καὶ κατὰ μέρος ἑκάστους ἔθηκαν εἰς τὰς ἁρμοζούσας τάξεις, ἔμενον ἐν κόσμῳ, καραδοκοῦντες τὸν καιρὸν τῆς ἀλλήλων ἐπιθέσεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION