- 텍스트

Polybius, Histories, book 1, chapter 5

(폴리비오스, Histories, book 1, chapter 5)

Ὑποθησόμεθα δὲ ταύτης ἀρχὴν τῆς βύβλου τὴν πρώτην διάβασιν ἐξ Ἰταλίας Ῥωμαίων.? αὕτη δ ἔστιν συνεχὴς μὲν τοῖς ἀφ ὧν Τίμαιος ἀπέλιπεν, πίπτει δὲ κατὰ τὴν ἐνάτην καὶ εἰκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα. διὸ καὶ ῥητέον ἂν εἰή πῶς καὶ πότε συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν καὶ τίσιν ἀφορμαῖς μετὰ ταῦτα χρησάμενοι διαβαίνειν ὡρ´μησαν εἰς Σικελίαν:

ταύτῃ γὰρ τῇ γῇ πρῶτον ἐπέβησαν τῶν ἐκτὸς τόπων τῆς Ἰταλίας. καὶ ῥητέον αὐτὴν τὴν τῆς διαβάσεως αἰτίαν ψιλῶς, ἵνα μὴ τῆς αἰτίας αἰτίαν ἐπιζητούσης ἀνυπόστατος ἡ τῆς ὅλης ὑποθέσεως ἀρχὴ γένηται καὶ θεωρία.

ληπτέον δὲ καὶ τοῖς καιροῖς ὁμολογουμένην καὶ γνωριζομένην ἀρχὴν παρ ἅπασι καὶ τοῖς πράγμασι δυναμένην αὐτὴν ἐξ αὑτῆς θεωρεῖσθαι, κἂν δέῃ τοῖς χρόνοις βραχὺ προσαναδραμόντας κεφαλαιώδη τῶν μεταξὺ πράξεων ποιήσασθαι τὴν ἀνάμνησιν.

τῆς γὰρ ἀρχῆς ἀγνοουμένης ἢ καὶ νὴ Δί ἀμφισβητουμένης οὐδὲ τῶν ἑξῆς οὐδὲν οἱό῀ν τε παραδοχῆς ἀξιωθῆναι καὶ πίστεως:

ὅταν δ ἡ περὶ ταύτης ὁμολογουμένη παρασκευασθῇ δόξα, τότ ἤδη καὶ πᾶς ὁ συνεχὴς λόγος ἀποδοχῆς τυγχάνει παρὰ τοῖς ἀκούουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION