호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηϊού μερὶς ἠγαπήθη:? καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ δι ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων, ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθ ἡδονήν ἐστι νικᾶν Πομπήϊον. οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηϊού δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο.
καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος: καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον δὲ τὸν Πομπηϊού φίλον αἰχμάλωτον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε, προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν εἰς Ἰταλίαν.
ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο:
καὶ προσβάλλοντα τοῖς ἐρύμασι καὶ προκαλούμενον ἑκάστοτε τὰ μὲν πλεῖστα νικᾶν καὶ κρατεῖν τοῖς ἀκροβολισμοῖς, ἅπαξ δὲ μικροῦ συντριβῆναι καὶ τὴν στρατιὰν ἀποβαλεῖν, τοῦ Πομπηϊού λαμπρῶς ἀγωνισαμένου μέχρι τροπῆς ἁπάντων καὶ φόνου δισχιλίων, βιάσασθαι δὲ καὶ συνεισπεσεῖν μὴ δυνηθέντος ἢ φοβηθέντος, ὥστε εἰπεῖν Καίσαρα πρὸς τοὺς φίλους ὅτι Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기