호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κάτων δὲ συνεβούλευεν αἱρεῖσθαι στρατηγὸν αὐτοκράτορα Πομπήϊον, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.? οὗτος μὲν οὖν εὐθὺς ἐξῆλθεν εἰς Σικελίαν ἔλαχε γὰρ αὐτὴν τῶν ἐπαρχιῶν καὶ τῶν ἄλλων ἕκαστος εἰς ἃς ἐκληρώθη. τῆς δ Ἰταλίας σχεδὸν ὅλης ἀνισταμένης ἀπορίαν εἶχε τὸ γινόμενον. οἱ μὲν γὰρ ἔξωθεν φερόμενοι φυγῇ πανταχόθεν εἰς τὴν Ῥώμην ἐνέπιπτον, οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες ἐξέπιπτον αὐτοὶ καὶ ἀπέλειπον τὴν πόλιν, ἐν χειμῶνι καὶ ταράχῳ τοσούτῳ τὸ μὲν χρήσιμον ἀσθενὲς ἔχουσαν, τὸ δὲ ἀπειθὲς ἰσχυρὸν καὶ δυσμεταχείριστον τοῖς ἄρχουσιν.
οὐ γὰρ ἦν παῦσαι τὸν φόβον, οὐδὲ εἰάσέ τις χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς Πομπήϊον, ἀλλ ᾧ τις ἐνετύγχανε πάθει, φοβηθεὶς ἢ λυπηθεὶς ἢ διαπορήσας, τούτῳ φέρων ἐκεῖνον ἀνεπίμπλη: καὶ τἀναντία τῆς αὐτῆς ἡμέρας ἐκράτει βουλεύματα, καὶ πυθέσθαι περὶ τῶν πολεμίων οὐδὲν ἦν ἀληθὲς αὐτῷ διὰ τὸ πολλοὺς ἀπαγγέλλειν ὅ τι τύχοιεν, εἶτα ἀπιστοῦντι χαλεπαίνειν.
οὕτω δὴ ψηφισάμενος ταραχὴν ὁρᾶν καὶ κελεύσας ἅπαντας ἕπεσθαι αὐτῷ τοὺς ἀπὸ βουλῆς, καὶ προειπὼν ὅτι Καίσαρος ἡγήσεται τὸν ἀπολειφθέντα, περὶ δείλην ὀψίαν ἀπέλιπε τὴν πόλιν. οἱ δὲ ὕπατοι μηδὲ θύσαντες ἃ νομίζεται πρὸ πολέμων ἔφυγον.
ἦν δὲ καὶ παρ αὐτὰ τὰ δεινὰ ζηλωτὸς ἀνὴρ τῆς πρὸς αὐτὸν εὐνοίας τῶν ἀνθρώπων, ὅτι πολλῶν τὴν στρατηγίαν μεμφομένων οὐδεὶς ἦν ὁ μισῶν τὸν στρατηγόν, ἀλλὰ πλείονας ἄν τις εὑρ῀ε τῶν διὰ τὴν ἐλευθερίαν φευγόντων τοὺς ἀπολιπεῖν Πομπήϊον μὴ δυναμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기