- 텍스트

Plutarch, Pompey, chapter 60

(플루타르코스, Pompey, chapter 60)

ἐν τούτῳ δὲ ἀπαγγέλλεται Καῖσαρ Ἀρίμινον, πόλιν μεγάλην τῆς Ἰταλίας, κατειληφὼς καὶ βαδίζων ἄντικρυς ἐπὶ τὴν Ῥώμην μετά πάσης τῆς δυνάμεως, τοῦτο δὲ ἦν ψεῦδος, ἐβάδιζε γὰρ οὐ πλείονας ἔχων ἱππέων τριακοσίων καὶ πεντακισχιλίων ὁπλιτῶν:? τὴν δὲ ἄλλην δύναμιν ἐπέκεινα τῶν Ἄλπεων οὖσαν οὐ περιέμενεν, ἐμπεσεῖν ἄφνω τεταραγμένοις καὶ μὴ προσδοκῶσι βουλόμενος μᾶλλον ἢ χρόνον δοὺς ἐκ παρασκευῆς μάχεσθαι. διεβίβαζε τὸν στρατόν.

συνεβούλευεν ὡς Καίσαρα πρέσβεις ἀποστέλλειν, Φαώνιος δέ τις, ἀνὴρ τἆλλα μὲν οὐ πονηρός, αὐθαδείᾳ δὲ καὶ ὕβρει πολλάκις τὴν Κάτωνος οἰόμενος ἀπομιμεῖσθαι παρρησίαν, ἐκέλευε τὸν Πομπήϊον τῷ ποδὶ τύπτειν τὴν γῆν, ἃς ὑπισχνεῖτο δυνάμεις ἀνακαλούμενον.

ὁ δὲ ταύτην μὲν ἤνεγκε τὴν ἀκαιρίαν πρᾴως:

τοῦ δὲ Κάτωνος ὑπομιμνήσκοντος ὧν ἐν ἀρχῇ περὶ Καίσαρος αὐτῷ προεῖπεν, ἀπεκρίνατο μαντικώτερα μὲν εἶναι τὰ Κάτωνι λεχθέντα, φιλικώτερα δὲ ὑπ αὐτοῦ πεπρᾶχθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION