- 텍스트

Plutarch, Pompey, chapter 57

(플루타르코스, Pompey, chapter 57)

ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὑτοῦ σωτήρια, μιμουμένων δὲ τούτους τῶν προσοίκων καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφ ἡμέρας πολλὰς ἑώρταζε, τοὺς δὲ ἀπαντῶντας πανταχόθεν οὐδεὶς ἐχώρει τόπος, ἀλλὰ ὁδοί τε κατεπίμπλαντο καὶ κῶμαι καὶ λιμένες εὐωχουμένων καὶ θυόντων.? πολλοὶ δὲ καὶ στεφανηφοροῦντες ὑπὸ λαμπάδων ἐδέχοντο καὶ παρέπεμπον ἀνθοβολούμενον, ὥστε τὴν κομιδὴν αὑτοῦ καὶ πορείαν θέαμα κάλλιστον εἶναι καὶ λαμπρότατον.

οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι, φρόνημα γὰρ εἰσῆλθεν ὑπεραῖρον ἅμα τῷ μεγέθει τῆς χαρᾶς τοὺς ἀπὸ τῶν πραγμάτων λογισμούς:

καὶ τὴν εἰς ἀσφαλὲς ἀεὶ τὰ εὐτυχήματα καὶ τὰς πράξεις αὑτοῦ θεμένην εὐλάβειαν προέμενος εἰς ἄκρατον ἐξέπεσε θράσος καὶ περιφρόνησιν τῆς Καίσαρος δυνάμεως, ὡς οὔτε ὅπλων ἐπ αὐτὸν οὔτε τινὸς ἐργώδους πραγματείας δεησόμενος, ἀλλὰ πολὺ ῥᾷον καθαιρήσων ἢ πρότερον ηὔξησε τὸν ἄνδρα, πρὸς δὲ τούτοις Ἄππιος ἀφίκετο κομίζων ἐκ Γαλατίας ἣν ἔχρησε Πομπήϊος Καίσαρι στρατιάν: καὶ πολλὰ μὲν ἐξεφλαύριζε τὰς ἐκεῖ πράξεις καὶ λόγους ἐξέφερε βλασφήμους περὶ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἀπείρως ἔχειν ἔλεγε τῆς αὑτοῦ δυνάμεως καὶ δόξης, ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν, ὅταν πρῶτον ὀφθῇ:

τοσοῦτον καὶ μίσους πρὸς Καίσαρα καὶ πόθου πρὸς Πομπήϊον ἐνυπάρχειν αὐτοῖς. οὕτω δ οὖν ὁ Πομπήϊος ἐπήρθη, καὶ τοιαύτης καὶ τοσαύτης ὀλιγωρίας διὰ τὸ θαρρεῖν ἐγένετο μεστὸς ὥστε καὶ τῶν δεδιότων τὸν πόλεμον κατεγέλα, καὶ τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυνοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν:

"τῆς Ἰταλίας ἐγὼ κρούσω τῷ ποδὶ τὴν γῆν, ἀναδύσονται καὶ πεζικαὶ καὶ ἱππικαὶ δυνάμεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION