- 텍스트

Plutarch, Pompey, chapter 56

(플루타르코스, Pompey, chapter 56)

οἱ δὲ Καίσαρος φίλοι ταύτην ἀρχὴν λαβόντες ἠξίουν τινὰ γενέσθαι καὶ Καίσαρος λόγον, ἀγωνιζομένου τοσούτους ἀγῶνας ὑπὲρ τῆς ἡγεμονίας:? ἢ γὰρ ὑπατείας ἄξιον εἶναι τυχεῖν ἑτέρας, ἢ προσλαβεῖν τῇ στρατείᾳ χρόνον. ἐν ᾧ τῶν πεπονημένων οὐκ ἄλλος ἐπελθὼν ἀφαιρήσεται τὴν δόξαν, ἀλλ αὐτὸς ἄρξει καὶ τιμήσεται καθ ἡσυχίαν ὁ κατεργασάμενος. οὔσης δὲ περὶ τούτων ἁμίλλης, ὡς δὴ παραιτούμενος ὑπὲρ τοῦ Καίσαρος ἐπ εὐνοίᾳ τὸν φθόνον ὁ Πομπήϊος ἔφη γράμματα Καίσαρος ἔχειν βουλομένου λαβεῖν διάδοχον καὶ παύσασθαι τῆς στρατείας:

ὑπατείας μέντοι καὶ μὴ παρόντι καλῶς ἔχειν αἴτησιν αὐτῷ δοθῆναι. πρὸς ταῦτα ἐνισταμένων τῶν περὶ Κάτωνα καὶ κελευόντων ἰδιώτην γενόμενον καὶ τὰ ὅπλα καταθέμενον εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, οὐκ ἐξερίσας, ἀλλ οἱο῀ν ἡττηθεὶς ὁ Πομπήϊος ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος, ἔπεμψε δὲ καὶ τὰς δυνάμεις ἀπαιτῶν ἃς ἔχρησεν αὐτῷ, τὰ Παρθικὰ ποιούμενος πρόφασιν.

ὁ δέ, καίπερ εἰδὼς ἐφ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας, ἀπέπεμψε καλῶς δωρησάμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION