- 텍스트

Plutarch, Pompey, chapter 55

(플루타르코스, Pompey, chapter 55)

Πομπήϊος δὲ παρελθὼν εἰς τὴν πόλιν ἔγημε Κορνηλίαν θυγατέρα Μετέλλου Σκηπίωνος, οὐ παρθένον, ἀλλὰ χήραν ἀπολελειμμένην νεωστὶ Ποπλίου τοῦ Κράσσου παιδός, ᾧ συνῴκησεν ἐκ παρθενίας, ἐν Πάρθοις τεθνηκότος.? ἐνῆν δὲ τῇ κόρῃ πολλὰ φίλτρα δίχα τῶν ἀφ ὡρ´ας. καὶ γὰρ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως ἀκούειν. καὶ προσῆν τούτοις ἦθος ἀηδίας καὶ περιεργίας καθαρόν, ἃ δὴ νέαις προστρίβεται γυναιξὶ τὰ τοιαῦτα μαθήματα:

πατὴρ δὲ καὶ γένους ἕνεκα καὶ δόξης ἄμεμπτος. ἀλλ ὅμως τοῦ γάμου τοῖς μὲν οὐκ ἤρεσκε τὸ μὴ καθ ἡλικίαν υἱῷ γὰρ αὐτοῦ συνοικεῖν ὡρ´αν εἶχεν ἡ Κορνηλία μᾶλλον οἱ δὲ κομψότεροι τὸ τῆς πόλεως ἡγοῦντο παρεωρακέναι τὸν Πομπήϊον ἐν τύχαις οὔσης, ὧν ἐκεῖνον ἰατρὸν ᾕρηται καὶ μόνῳ παραδέδωκεν αὑτήν: ἐπεὶ δὲ ταῖς δίκαις τῶν δωροδοκιῶν καὶ δεκασμῶν ἐπιστάς, καὶ νόμους γράψας καθ οὓς αἱ κρίσεις ἐγίνοντο, τὰ μὲν ἄλλα σεμνῶς ἐβράβευε καὶ καθαρῶς, ἀσφάλειαν ἅμα καὶ κόσμον καὶ ἡσυχίαν αὐτοῦ προσκαθημένου μεθ ὅπλων τοῖς δικαστηρίοις παρέχων, Σκηπίωνος δὲ τοῦ πενθεροῦ κρινομένου, μεταπεμψάμενος οἴκαδε τοὺς ἑξήκοντα καὶ τριακοσίους δικαστὰς ἐνέτυχε βοηθεῖν, ὁ δὲ κατήγορος ἀπέστη τῆς δίκης ἰδὼν τὸν Σκηπίωνα προπεμπόμενον ἐξ ἀγορᾶς ὑπὸ τῶν δικαστῶν, πάλιν οὖν ἤκουε κακῶς, ἔτι δὲ μᾶλλον ὅτι λύσας νόμῳ τοὺς γινομένους περὶ τῶν κρινομένων ἐπαίνους, αὐτὸς εἰσῆλθε Πλάγκον ἐπαινεσόμενος.

καὶ Κάτων ἕ᾿τυχε γὰρ κρίνων ἐπισχόμενος τὰ ὦτα ταῖς χερσὶν οὐκ ἔφη καλῶς ἔχειν αὐτῷ παρὰ τὸν νόμον ἀκούειν τῶν ἐπαίνων.

ὅθεν ὁ μὲν Κάτων ἀπεβλήθη πρὸ τοῦ φέρειν τὴν ψῆφον, ἑάλω δὲ ταῖς ἄλλαις ὁ Πλάγκος σὺν αἰσχύνῃ τοῦ Πομπηϊού, καὶ γὰρ ὀλίγαις ὕστερον ἡμέραις Ὑψαῖος, ἀνὴρ ὑπατικός, δίκην φεύγων καὶ παραφυλάξας τὸν Πομπήϊον ἐπὶ δεῖπνον ἀπιόντα λελουμένον, ἱκέτευε τῶν γονάτων λαβόμενος.

ὁ δὲ παρῆλθεν ὑπεροπτικῶς εἰπὼν διαφθείρειν τὸ δεῖπνον αὐτόν. ἄλλο δὲ μηδὲν περαίνειν. οὕτως οὖν ἄνισος εἶναι δοκῶν αἰτίας εἶχε. τὰ δ ἄλλα καλῶς ἅπαντα κατέστησεν εἰς τάξιν, καὶ προσείλετο συνάρχοντα τὸν πενθερὸν εἰς τοὺς ὑπολοίπους πέντε μῆνας.

ἐψηφίσθη δὲ αὐτῷ τὰς ἐπαρχίας ἔχειν εἰς ἄλλην τετραετίαν, καὶ χίλια τάλαντα λαμβάνειν καθ ἕκαστον ἐνιαυτόν, ἀφ ὧν θρέψει καὶ διοικήσει τὸ στρατιωτικόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION