- 텍스트

Plutarch, Pompey, chapter 54 1:

(플루타르코스, Pompey, chapter 54 1:)

καίτοι Πομπήϊος εἶπέ ποτε δημηγορῶν ὅτι πᾶσαν ἀρχήν λάβοι πρότερον ἢ προσεδόκησε καὶ κατάθοιτο θᾶττον ἢ προσεδοκήθη.? καὶ νὴ Δία μαρτυρούσας εἶχεν ἀεὶ τὰς διαλύσεις τῶν στρατοπέδων. τότε δὲ τὸν Καίσαρα δοκῶν οὐ προήσεσθαι τὴν δύναμιν ἐζήτει ταῖς πολιτικαῖς ἀρχαῖς ὀχυρὸς εἶναι πρὸς αὐτόν, ἄλλο δὲ οὐδὲν ἐνεωτέριζεν, οὐδὲ ἐβούλετο δοκεῖν ἀπιστεῖν, ἀλλ ὑπερορᾶν μᾶλλον καὶ καταφρονεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION