- 텍스트

Plutarch, Pompey, chapter 54

(플루타르코스, Pompey, chapter 54)

καίτοι Πομπήϊος εἶπέ ποτε δημηγορῶν ὅτι πᾶσαν ἀρχήν λάβοι πρότερον ἢ προσεδόκησε καὶ κατάθοιτο θᾶττον ἢ προσεδοκήθη.? καὶ νὴ Δία μαρτυρούσας εἶχεν ἀεὶ τὰς διαλύσεις τῶν στρατοπέδων. τότε δὲ τὸν Καίσαρα δοκῶν οὐ προήσεσθαι τὴν δύναμιν ἐζήτει ταῖς πολιτικαῖς ἀρχαῖς ὀχυρὸς εἶναι πρὸς αὐτόν, ἄλλο δὲ οὐδὲν ἐνεωτέριζεν, οὐδὲ ἐβούλετο δοκεῖν ἀπιστεῖν, ἀλλ ὑπερορᾶν μᾶλλον καὶ καταφρονεῖν. ἐπεὶ δὲ τὰς ἀρχὰς οὐ κατὰ γνώμην ἑώρα βραβευομένας, δεκαζομένων τῶν πολιτῶν, ἀναρχίαν ἐν τῇ πόλει περιεῖδε γενομένην καὶ λόγος εὐθὺς ἐχώρει πολὺς ὑπὲρ δικτάτορος, ὃν πρῶτος εἰς μέσον ἐξενεγκεῖν ἐτόλμησε Λουκίλλιος ὁ δήμαρχος, τῷ δήμῳ παραινῶν ἑλέσθαι δικτάτορα Πομπήϊον.

ἐπιλαβομένου δὲ Κάτωνος οὗτος μὲν ἐκινδύνευσε τὴν δημαρχίαν ἀποβαλεῖν, ὑπὲρ δὲ Πομπηϊού πολλοὶ τῶν φίλων ἀπελογοῦντο παριόντες ὡς οὐ δεομένου τῆς ἀρχῆς ἐκείνης οὐδὲ βουλομένου. Κάτωνος δὲ Πομπήϊον ἐπαινέσαντος καὶ προτρεψαμένου τῆς εὐκοσμίας ἐπιμεληθῆναι, τότε μὲν αἰδεσθεὶς ἐπεμελήθη, καὶ κατεστάθησαν ὕπατοι Δομέτιος καὶ Μεσσάλας, ὕστερον δὲ πάλιν ἀναρχίας γινομένης καὶ πλειόνων ἤδη τὸν περὶ τοῦ δικτάτορος λόγον ἐγειρόντων ἰταμώτερον, φοβηθέντες οἱ περὶ Κάτωνα μὴ βιασθῶσιν, ἔγνωσαν ἀρχήν τινα τῷ Πομπηϊῴ προέμενοι νόμιμον ἀποτρέψαι τῆς ἀκράτου καὶ τυραννικῆς ἐκείνης, καὶ Βύβλος ἐχθρὸς ὢν Πομπηϊῴ πρῶτος ἀπεφήνατο γνώμην ἐν συγκλήτῳ Πομπήϊον μόνον ἑλέσθαι ὕπατον:

ἢ γὰρ ἀπαλλαγήσεσθαι τῆς παρούσης τὴν πόλιν ἀκοσμίας, ἢ δουλεύσειν τῷ κρατίστῳ.

φανέντος δὲ παραδόξου τοῦ λόγου διὰ τὸν εἰπόντα, Κάτων ἀναστὰς καὶ παρασχὼν δόκησιν ὡς ἀντιλέξοι, γενομένης σιωπῆς εἶπε τὴν προκειμένην γνώμην αὐτὸς μὲν οὐκ ἂν εἰσενεγκεῖν, εἰσενηνεγμένῃ δὲ ὑφ ἑτέρου πείθεσθαι κελεύειν, πᾶσαν μὲν ἀρχήν μᾶλλον αἱρούμενος ἀναρχίας, Πομπηϊού δὲ μηδένα βέλτιον ἄρξειν ἐν ταραχαῖς τηλικαύταις νομίζων. δεξαμένης δὲ τῆς βουλῆς, καὶ ψηφισαμένης ὅπως ὕπατος αἱρεθεὶς ὁ Πομπήϊος ἄρχοι μόνος, εἰ δὲ αὐτὸς συνάρχοντος δεηθείη, μὴ θᾶττον δυοῖν μηνοῖν δοκιμάσας ἕλοιτο, κατασταθεὶς οὕτως καὶ ἀποδειχθεὶς διὰ Σουλπικίου μεσοβασιλέως ὕπατος ἠσπάζετο φιλοφρόνως τὸν Κάτωνα, πολλὴν ὁμολογῶν χάριν ἔχειν καὶ παρακαλῶν γίνεσθαι σύμβουλον ἰδίᾳ τῆς ἀρχῆς.

Κάτων δὲ χάριν μὲν ἔχειν αὐτῷ τὸν Πομπήϊον οὐκ ἠξίου:

δι ἐκεῖνον γὰρ ὧν εἶπεν οὐδὲν εἰπεῖν, διὰ δὲ τὴν πόλιν ἔσεσθαι δὲ σύμβουλος ἰδίᾳ παρακαλούμενος, ἐὰν δὲ μὴ παρακαλῆται, δημοσίᾳ φράσειν τὸ φαινόμενον. τοιοῦτος μὲν οὖν Κάτων ἐν πᾶσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION