호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετ οὐ πολὺ δὲ καὶ Κράσσος ἐν Πάρθοις ἀπολωλὼς ἠγγέλλετο:? καὶ τοῦτο κώλυμα ὀ`ν μέγα τοῦ συμπεσεῖν τὸν ἐμφύλιον πόλεμον ἐκποδὼν ἐγεγόνει: δεδιότες γὰρ ἐκεῖνον ἀμφότεροι τοῖς πρὸς ἀλλήλους ἁμῶς γε πως ἐνέμενον δικαίοις. ἐπεὶ δὲ ἀνεῖλεν ἡ τύχη τὸν ἔφεδρον τοῦ ἀγῶνος, εὐθὺς ἦν εἰπεῖν τὸ κωμικόν, ὡς ἅτερος πρὸς τὸν ἕτερον ὑπαλείφεται τὼ χεῖρέ θ ὑποκονίεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기