- 텍스트

Plutarch, Pompey, chapter 53

(플루타르코스, Pompey, chapter 53)

ἐπὶ τούτοις δὲ θαυμαστωθεὶς καὶ ἀγαπηθείς, αὖθις οὐκ ἐλάττονα φθόνον ἔσχεν, ὅτι πρεσβευταῖς φίλοις παραδοὺς τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας, αὐτὸς ἐν τοῖς περὶ τὴν Ἰταλίαν ἡβητηρίοις, μετιὼν ἄλλοτε ἀλλαχόσε, μετὰ τῆς γυναικὸς διῆγεν, εἴτε ἐρῶν αὐτῆς, εἴτε ἐρῶσαν οὐχ ὑπομένων ἀπολιπεῖν:? οὖν ἀγορανομικοῖς ἀρχαιρεσίοις εἰς χεῖράς τινων ἐλθόντων καὶ φονευθέντων περὶ αὐτὸν οὐκ ὀλίγων ἀναπλησθεὶς αἵματος ἤλλαξε τὰ ἱμάτια, πολλοῦ δὲ θορύβου καὶ δρόμου πρὸς τὴν οἰκίαν γενομένου τῶν κομιζόντων τὰ ἱμάτια θεραπόντων, ἔτυχε μὲν ἡ κόρη κύουσα, θεασαμένη δὲ καθῃμαγμένην τὴν τήβεννον ἐξέλιπε καὶ μόλις ἀνήνεγκεν, ἐκ δὲ τῆς ταραχῆς ἐκείνης καὶ τοῦ πάθους ἀπήμβλωσεν.

ὅθεν οὐδὲ οἱ μάλιστα μεμφόμενοι τὴν πρὸς Καίσαρα Πομπηϊού φιλίαν ᾐτιῶντο τὸν ἔρωτα τῆς γυναικός, αὖθις μέντοι κυήσασα καὶ τεκοῦσα θῆλυ παιδίον ἐκ τῶν ὠδίνων ἐτελεύτησε, καὶ τὸ παιδίον οὐ πολλὰς ἡμέρας ἐπέζησε, παρεσκευασμένου δὲ τοῦ Πομπηϊού τὸ σῶμα θάπτειν ἐν Ἀλβανῷ, βιασάμενος ὁ δῆμος εἰς τὸ Ἄρειον πεδίον κατήνεγκεν, οἴκτῳ τῆς κόρης μᾶλλον ἢ Πομπηϊῴ καὶ Καίσαρι χαριζόμενος.

αὐτῶν δὲ ἐκείνων μεῖζον ἐδόκει μέρος ἀπόντι Καίσαρι νέμειν ὁ δῆμος ἢ Πομπηϊῴ παρόντι τῆς τιμῆς, εὐθὺς γὰρ ἐκύμαινεν ἡ πόλις, καὶ πάντα τὰ πράγματα σάλον εἶχε καὶ λόγους διαστατικούς, ὡς ἡ πρότερον παρακαλύπτουσα μᾶλλον ἢ κατείργουσα τῶν ἀνδρῶν τὴν φιλαρχίαν οἰκειότης ἀνῄρηται.

μετ οὐ πολὺ δὲ καὶ Κράσσος ἐν Πάρθοις ἀπολωλὼς ἠγγέλλετο:

καὶ τοῦτο κώλυμα ὀ`ν μέγα τοῦ συμπεσεῖν τὸν ἐμφύλιον πόλεμον ἐκποδὼν ἐγεγόνει: δεδιότες γὰρ ἐκεῖνον ἀμφότεροι τοῖς πρὸς ἀλλήλους ἁμῶς γε πως ἐνέμενον δικαίοις. ἐπεὶ δὲ ἀνεῖλεν ἡ τύχη τὸν ἔφεδρον τοῦ ἀγῶνος, εὐθὺς ἦν εἰπεῖν τὸ κωμικόν, ὡς ἅτερος πρὸς τὸν ἕτερον ὑπαλείφεται τὼ χεῖρέ θ ὑποκονίεται. οὕτως ἡ τύχη μικρόν ἐστι πρὸς τὴν φύσιν.

ἑαυτοῖς οὐκ ἐνόμιζον ἀρκεῖν δυσὶν οὖσι τὴν Ῥωμαίων ἀρχήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION