- 텍스트

Plutarch, Pompey, chapter 52

(플루타르코스, Pompey, chapter 52)

οὐ μὴν ἀλλὰ τῶν ἄλλων ἀποστάντων τοῦ παραγγέλλειν ὑπατείαν, Λεύκιον Δομέτιον Κάτων ἔπεισε καὶ παρεθάρρυνε μὴ ἀπειπεῖν οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα πρὸς τοὺς τυράννους, οἱ δὲ περὶ τὸν Πομπήϊον φοβηθέντες τὸν τόνον τοῦ Κάτωνος, μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον, οὐκ εἰάσαν εἰς ἀγορὰν κατεχθεῖν τὸν Δομέτιον, ἀλλ ἐπιπέμψαντες ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους:? ἔσχατος δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν ἀμυνόμενος πρὸ τοῦ Δομετίου.

τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶτον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος, Πομπήϊος ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς φυλὰς διαφθείραντες. ἔπειτα νόμους διὰ Τρεβωνίου δημαρχοῦντος εἰσέφερον, Καίσαρι μέν, ὥσπερ ὡμολόγητο, δευτέραν ἐπιμετροῦντας πενταετίαν, Κράσσῳ δὲ Συρίαν καὶ τὴν ἐπὶ Πάρθους στρατείαν διδόντας, αὐτῷ δὲ Πομπηϊῴ Λιβύην ἅπασαν καὶ Ἰβηρίαν ἑκατέραν καὶ τέσσαρα τάγματα στρατιωτῶν, ὧν ἐπέχρησε δύο Καίσαρι δεηθέντι πρὸς τὸν ἐν Γαλατίᾳ πόλεμον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION