호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ ὁ νόμος οὐκ εἰά πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, ἔπεμψεν ἀξιῶν εἰς τὴν βουλὴν ἀναβαλέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας, καὶ δοῦναι ταύτην αὐτῷ τὴν χάριν ὅπως παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.? Κάτωνος δὲ πρὸς τὴν ἀξίωσιν ἐνστάντος οὐκ ἔτυχε τοῦ βουλεύματος, θαυμάσας δὲ τὴν παρρησίαν αὐτοῦ καὶ τὸν τόνον ᾧ μόνος ἐχρῆτο φανερῶς ὑπὲρ τῶν δικαίων, ἐπεθύμησεν ἁμῶς γέ πως κτήσασθαι τὸν ἄνδρα:
καὶ δυεῖν οὐσῶν ἀδελφιδῶν τῷ Κάτωνι τὴν μὲν αὐτὸς ἐβούλετο λαβεῖν γυναῖκα, τὴν δὲ τῷ παιδὶ συνοικίσαι. τοῦ δὲ Κάτωνος ὑπιδομένου τὴν πεῖραν, ὡς διαφθορὰν οὖσαν αὐτοῦ τρόπον τινὰ δεκαζομένου διὰ τῆς οἰκειότητος, ἥ τε ἀδελφὴ καὶ ἡ γυνὴ χαλεπῶς ἔφερον εἰ Πομπήϊον Μάγνον ἀποτρίψεται κηδεστήν.
ἐν τούτῳ δὲ βουλόμενος ὕπατον ἀποδεῖξαι Πομπήϊος Ἀφράνιον ἀργύριον εἰς τὰς φυλὰς ἀνήλισκεν ὑπὲρ αὐτοῦ, καὶ τοῦτο κατιόντες εἰς τοὺς Πομπηϊού κήπους ἐλάμβανον, ὥστε τὸ πρᾶγμα περιβόητον εἶναι καὶ τὸν Πομπήϊον ἀκούειν κακῶς, ἧς αὐτὸς ἀρχῆς ἐφ οἷς κατώρθωσεν ὡς μεγίστης ἔτυχε, ταύτην ὤνιον ποιοῦντα τοῖς δι ἀρετῆς κτήσασθαι μὴ δυναμένοις. "τῶν ὀνειδῶν κοινωνητέον οἰκείοις Πομπηϊού γενομένοις.
αἱ δὲ ἀκούσασαι συνέγνωσαν βέλτιον αὐτῶν ἐκεῖνον λογίζεσθαι περὶ τοῦ πρέποντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기