호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ βασιλέως τῶν περὶ τὴν Πέτραν Ἀράβων πρότερον μὲν ἐν οὐδενὶ λόγῳ τὰ Ῥωμαίων τιθεμένου, τότε δὲ δείσαντος ἰσχυρῶς καὶ γράψαντος ὅτι πάντα πείθεσθαι καὶ ποιεῖν ἔγνωκεν, ἐκβεβαιώσασθαι βουλόμενος αὐτοῦ τὴν διάνοιαν ὁ Πομπήϊος ἐστράτευσεν ἐπὶ τὴν Πέτραν οὐ πάνυ τι τοῖς πολλοῖς ἄμεμπτον στρατείαν:? ἀπόδρασιν γὰρ ᾤοντο τῆς Μιθριδάτου διώξεως εἶναι, καὶ πρὸς ἐκεῖνον ἠξίουν τρέπεσθαι τὸν ἀρχαῖον ἀνταγωνιστήν, αὖθις ἀναζωπυροῦντα καὶ παρασκευαζόμενον, ὡς ἀπηγγέλλετο, διὰ Σκυθῶν καὶ Παιόνων στρατὸν ἐλαύνειν ἐπὶ τὴν Ἰταλίαν, ὁ δὲ ῥᾷον οἰόμενος αὐτοῦ καταλύσειν τὴν δύναμιν πολεμοῦντος ἢ τὸ σῶμα λήψεσθαι φεύγοντος, οὐκ ἐβούλετο τρίβεσθαι μάτην περὶ τὴν δίωξιν, ἑτέρας δὲ τοῦ πολέμου παρενθήκας ἐποιεῖτο καὶ τὸν χρόνον εἷλκεν.
ἡ δὲ τύχη τὴν ἀπορίαν ἔλυσεν.
οὐκέτι γὰρ αὐτοῦ τῆς Πέτρας πολλὴν ὁδὸν ἀπέχοντος, ἤδη δὲ τῆς ἡμέρας ἐκείνης βεβλημένου χάρακα καὶ γυμνάζοντος ἑαυτὸν ἵππῳ παρὰ τὸ στρατόπεδον, γραμματηφόροι προσήλαυνον ἐκ Πόντου κομίζοντες εὐαγγέλια. δῆλοι δ εὐθύς εἰσι ταῖς αἰχμαῖς τῶν δοράτων: δάφναις γὰρ ἀναστέφονται. τούτους ἰδόντες οἱ στρατιῶται συνετρόχαζον πρὸς τὸν Πομπήϊον. ὁ δὲ πρῶτον μὲν ἐβούλετο τὰ γυμνάσια συντελεῖν, βοώντων δὲ καὶ δεομένων καταπηδήσας ἀπὸ τοῦ ἵππου καὶ λαβὼν τὰ γράμματα προῄει.
βήματος δὲ οὐκ ὄντος οὐδὲ τοῦ στρατιωτικοῦ γενέσθαι φθάσαντος ὃ ποιοῦσιν αὐτοὶ τῆς γῆς ἐκτομὰς βαθείας λαμβάνοντες καὶ κατ ἀλλήλων συντιθέντες, ὑπὸ τῆς τότε σπουδῆς καὶ προθυμίας τὰ σάγματα τῶν ὑποζυγίων συμφορήσαντες ὕψος ἐξῆραν: ἐπὶ τοῦτο προβὰς ὁ Πομπήϊος ἀπήγγειλεν αὐτοῖς ὅτι Μιθριδάτης τέθνηκε στασιάσαντος Φαρνάκου τοῦ υἱοῦ διαχρησάμενος αὑτόν, τὰ δὲ ἐκεῖ πάντα πράγματα Φαρνάκης κατεκληρώσατο, καὶ ἑαυτῷ καὶ Ῥωμαίοις γέγραφε ποιούμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기