호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὸ τούτῳ μὲν εἰπὼν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, ἐπέστησε φυλακὰς τῶν νεῶν ἐπὶ τοὺς πλέοντας εἰς Βόσπορον ἐμπόρους:? καὶ θάνατος ἦν ἡ ζημία τοῖς ἁλισκομένοις. ἀναλαβὼν δὲ τῆς στρατιᾶς τὴν πληθὺν συχνὴν προῆγε: καὶ τῶν μετὰ Τριαρίου πρὸς Μιθριδάτην ἀτυχῶς ἀγωνισαμένων καὶ πεσόντων ἐντυχὼν ἀτάφοις ἔτι τοῖς νεκροῖς, ἔθαψε λαμπρῶς καὶ φιλοτίμως ἅπαντας, ὃ δοκεῖ παραλειφθὲν οὐχ ἥκιστα Λευκόλλῳ μίσους αἴτιον γενέσθαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기