- 텍스트

Plutarch, Pompey, chapter 39

(플루타르코스, Pompey, chapter 39)

διὸ τούτῳ μὲν εἰπὼν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, ἐπέστησε φυλακὰς τῶν νεῶν ἐπὶ τοὺς πλέοντας εἰς Βόσπορον ἐμπόρους:? καὶ θάνατος ἦν ἡ ζημία τοῖς ἁλισκομένοις. ἀναλαβὼν δὲ τῆς στρατιᾶς τὴν πληθὺν συχνὴν προῆγε: καὶ τῶν μετὰ Τριαρίου πρὸς Μιθριδάτην ἀτυχῶς ἀγωνισαμένων καὶ πεσόντων ἐντυχὼν ἀτάφοις ἔτι τοῖς νεκροῖς, ἔθαψε λαμπρῶς καὶ φιλοτίμως ἅπαντας, ὃ δοκεῖ παραλειφθὲν οὐχ ἥκιστα Λευκόλλῳ μίσους αἴτιον γενέσθαι: χειρωσάμενος δὲ δι Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας καὶ καταβὰς αὐτὸς εἰς Συρίαν, ταύτην μὲν ὡς οὐκ ἔχουσαν γνησίους βασιλεῖς ἐπαρχίαν ἀπέφηνε καὶ κτῆμα τοῦ δήμου Ῥωμαίων, τὴν δὲ Ιοὐδαίαν κατεστρέψατο, καὶ συνέλαβεν Ἀριστόβουλον τὸν βασιλέα.

πόλεις δὲ τὰς μὲν ἔκτιζε, τὰς δὲ ἠλευθέρου κολάζων τοὺς ἐν αὐταῖς τυράννους. τὴν δὲ πλείστην διατριβὴν ἐν τῷ δικάζειν ἐποιεῖτο, πόλεων καὶ βασιλέων ἀμφισβητήματα διαιτῶν, ἐφ ἃ δὲ αὐτὸς οὐκ ἐξικνεῖτο, πέμπων τοὺς φίλους, ὥσπερ Ἀρμενίοις καὶ Πάρθοις περὶ ἧς διεφέροντο χώρας τὴν κρίσιν ποιησαμένοις ἐπ αὐτῷ τρεῖς ἀπέστειλε κριτὰς καὶ διαλλακτάς.

μέγα μὲν γὰρ ἦν ὄνομα τῆς δυνάμεως, οὐκ ἔλαττον δὲ τῆς ἀρετῆς καὶ πρᾳότητος:

ᾧ καὶ τὰ πλεῖστα τῶν περὶ αὐτὸν ἁμαρτήματα φίλων καὶ συνήθων ἀπέκρυπτε, κωλύειν μὲν ἢ κολάζειν τοὺς πονηρευομένους οὐ πεφυκώς, αὑτὸν δὲ παρέχων τοῖς ἐντυγχάνουσι τοιοῦτον ὥστε καὶ τὰς ἐκείνων πλεονεξίας καὶ βαρύτητας εὐκόλως ὑπομένειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION