- 텍스트

Plutarch, Pompey, chapter 28 1:

(플루타르코스, Pompey, chapter 28 1:)

οἱ δὲ πλεῖστοι καὶ δυνατώτατοι γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα, τὰς δὲ ναῦς πληρώσαντες αὐτοὶ περὶ τὸ Κορακήσιον τῆς Κιλικίας ἐπιπλέοντα τὸν Πομπήϊον ἐδέξαντο:? καὶ μάχης γενομένης νικηθέντες ἐπολιορκοῦντο. τέλος δὲ πέμψαντες ἱκετηρίας παρέδωκαν ἑαυτοὺς καὶ πόλεις καὶ νήσους ὧν ἐπεκράτουν ἐντειχισάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελάστους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION