- 텍스트

Plutarch, Pompey, chapter 23

(플루타르코스, Pompey, chapter 23)

"οἶμαι ποιεῖν ἀγεννὲς οὐδὲ ταπεινόν, ὦ πολῖται, Πομπηϊῴ πρότερος ἐνδιδούς, ὃν ὑμεῖς μήπω μὲν γενειῶντα Μέγαν ἠξιώσατε καλεῖν, μήπω δὲ μετέχοντι βουλῆς ἐψηφίσασθε δύο θριάμβους.? ἐκ τούτου διαλλαγέντες ἀπέθεντο τὴν ἀρχήν: καὶ Κράσσος μὲν ὅνπερ ἐξ ἀρχῆς εἵλετο τρόπον τοῦ βίου διεφύλαττε, Πομπήϊος δὲ τάς τε πολλὰς ἀνεδύετο συνηγορίας καὶ τὴν ἀγορὰν κατὰ μικρὸν ἀπέλειπε καὶ προῄει σπανίως εἰς τὸ δημόσιον, ἀεὶ δὲ μετὰ πλήθους, οὐ γὰρ ἦν ἔτι ῥᾴδιον ὄχλου χωρὶς ἐντυχεῖν οὐδ ἰδεῖν αὐτόν, ἀλλ ἥδιστος ὁμοῦ πολλοῖς καὶ ἀθρόοις ἐφαίνετο, σεμνότητα περιβαλλόμενος ἐκ τούτου τῇ ὄψει καὶ ὄγκον, ταῖς δὲ τῶν πολλῶν ἐντεύξεσι καὶ συνηθείαις ἄθικτον οἰόμενος δεῖν τὸ ἀξίωμα διατηρεῖν.

ὁ γὰρ ἐν ἱματίῳ βίος ἐπισφαλής ἐστι πρὸς ἀδοξίαν τοῖς ἐκ τῶν ὅπλων μεγάλοις καὶ πρὸς ἰσότητα δημοτικὴν ἀσυμμέτροις:

αὐτοὶ μὲν γὰρ καὶ ἐνταῦθα πρωτεύειν, ὡς ἐκεῖ, δικαιοῦσι, τοῖς δὲ ἐκεῖ φερομένοις ἔλαττον ἐνταῦθα γοῦν μὴ πλέον ἔχειν οὐκ ἀνεκτόν ἐστι. διὸ τὸν ἐν στρατοπέδοις καὶ θριάμβοις λαμπρόν, ὅταν ἐν ἀγορᾷ λάβωσιν, ὑπὸ χεῖρα ποιοῦνται καὶ καταβάλλουσι, τῷ δὲ ἀπολεγομένῳ καὶ ὑποχωροῦντι τὴν ἐκεῖ τιμὴν καὶ δύναμιν ἀνεπίφθονον φυλάττουσιν. ἐδήλωσε δὲ αὐτὰ τὰ πράγματα μετ ὀλίγον χρόνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION