- 텍스트

Plutarch, Pompey, chapter 19

(플루타르코스, Pompey, chapter 19)

ἐπαρθεὶς δὲ τῇ πράξει καὶ μέγα φρονῶν ἐπ αὑτὸν ἔσπευδε Σερτώριον, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος.? περὶ δὲ Σούκρωνι ποταμῷ τῆς ἡμέρας ἤδη τελευτώσης συνέβαλον τὰς δυνάμεις, δεδιότες ἐπελθεῖν τὸν Μέτελλον, ὁ μὲν ὡς μόνος, ὁ δὲ ὡς μόνῳ διαγωνίσαιτο. τὸ μὲν οὖν τέλος ἀμφίδοξον ἔσχεν ὁ ἀγών:

ἑκατέρου γὰρ θάτερον κέρας ἐνίκησε: τῶν δὲ στρατηγῶν πλέον ἠνέγκατο Σερτώριος: ἐτρέψατο γὰρ τὸ καθ αὑτὸν ἐκεῖνος ἀντιταχθείς. Πομπηϊῴ δὲ ἀνὴρ μέγας ἱππότῃ πεζὸς ἐφώρμησε: συμπεσόντων δ εἰς τὸ αὐτὸ καὶ γενομένων ἐν λαβαῖς ἀπέσκηψαν αἱ πληγαὶ τῶν ξιφῶν εἰς τὰς χεῖρας ἀμφοῖν, οὐχ ὁμοίως: ἐτρώθη μὲν γὰρ ὁ Πομπήϊος μόνον, ἐκείνου δὲ ἀπέκοψε τὴν χεῖρα, πλειόνων δὲ συνδραμόντων ἐπ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον. ταῦτα γὰρ διανεμόμενοι καὶ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπελείφθησαν.

ἅμα δὲ ἡμέρᾳ παρετάξαντο μὲν ἀμφότεροι πάλιν ἐκβεβαιούμενοι τὸ νίκημα , Μετέλλου δὲ προσιόντος ἀνεχώρησεν ὁ Σερτώριος σκεδασθέντι τῷ στρατῷ.

τοιαῦται γὰρ ἦσαν αἱ διαλύσεις καὶ πάλιν συνδρομαὶ τῶν ἀνθρώπων ὥστε πολλάκις μόνον πλανᾶσθαι τὸν Σερτώριον, πολλάκις δὲ αὖθις ἐπιέναι μυριάσι πεντεκαίδεκα στρατιᾶς, ὥσπερ χειμάρρουν ἐξαίφνης πιμπλάμενον. ὁ δ οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον.

ὁ δὲ καὶ τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου: τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο. διέκοπτε γὰρ αὐτοὺς καὶ διϊ´στη ποικίλος ὢν ὁ πολέμιος καὶ δεινὸς ἐν βραχεῖ πολλαχοῦ περιφανῆναι καὶ μεταγαγεῖν ἀπ ἄλλων εἰς ἄλλους ἀγῶνας, τέλος δὲ περικόπτων μὲν ἀγοράς, ληϊζόμενος δὲ τὴν χώραν, ἐπικρατῶν δὲ τῆς θαλάσσης, ἐξέβαλεν ἀμφοτέρους τῆς ὑφ ἑαυτὸν Ἰβηρίας, ἀναγκασθέντας εἰς ἀλλοτρίας καταφυγεῖν ἐπαρχίας ἀπορίᾳ τῶν ἐπιτηδείων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION