- 텍스트

Plutarch, Pompey, chapter 16

(플루타르코스, Pompey, chapter 16)

ἐδόκει δὲ πολιτικῆς ἡγεμονίας μᾶλλον ἢ στρατιωτικῆς οἰκεῖος εἶναι, τῶν πραγμάτων αὐτῶν ποθούντων τὸν Πομπήϊον οὐ διεμέλλησεν ὅπη τράπηται, προσθεὶς δὲ τοῖς ἀρίστοις ἑαυτὸν ἀπεδείχθη στρατεύματος ἡγεμὼν ἐπὶ τὸν Λέπιδον ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότα καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν κατέχοντα διὰ Βρούτου στρατεύματι.? τῶν μὲν οὖν ἄλλων ἐκράτησε ῥᾳδίως ἐπελθὼν ὁ Πομπήϊος:

ἐν δὲ Μουτίνῃ τῆς Γαλατίας ἀντεκάθητο τῷ Βρούτῳ συχνὸν χρόνον ἐν ᾧ Λέπιδος ἐπὶ τὴν Ῥώμην ῥυεὶς καὶ προσκαθήμενος ἔξωθεν ὑπατείαν ᾔτει δευτέραν, ὄχλῳ πολλῷ δεδιττόμένος τοὺς ἔνδον. ἔλυσε δὲ τὸν φόβον ἐπιστολὴ παρὰ Πομπηϊού κομισθεῖσα κατωρθωκότος ἄνευ μάχης τὸν πόλεμον.

ὁ γὰρ Βροῦτος, εἴτε παραδοὺς τὴν δύναμιν αὐτός, εἴτε προδοθεὶς μεταβαλομένης ἐκείνης, ἐνεχείρισε τῷ Πομπηϊῴ τὸ σῶμα, καὶ λαβὼν ἱππεῖς προπομποὺς ἀπεχώρησεν εἰς πολίχνιόν τι τῶν περὶ τὸν Πάδον, ὅπου μεθ ἡμέραν μίαν, ἐπιπέμψαντος αὐτῷ τοῦ Πομπηϊού Γεμίνων, ἀνῃρέθη: καὶ πολλὴν ἔσχεν ἀπὸ τούτου Πομπήϊος αἰτίαν.

γεγραφὼς γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς μεταβολῆς πρὸς τὴν σύγκλητον ὡς ἑκὼν αὐτῷ πρόσθοιτο Βροῦτος, ἑτέρας αὖθις ἔπεμψεν ἐπιστολὰς ἀνῃρημένου τοῦ ἀνθρώπου κατηγορούσας. τούτου Βροῦτος ἦν υἱὸς ὁ Καίσαρα σὺν Κασσίῳ κτείνας, ἀνὴρ ὁμοίως τῷ πατρὶ μήτε πολεμήσας μήτε ἀποθανών, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται. Λέπιδος μὲν οὖν εὐθὺς ἐκπεσὼν τῆς Ἰταλίας ἀπεπέρασεν εἰς Σαρδόνα:

κἀκεῖ νοσήσας ἐτελεύτησε δι ἀθυμίαν, οὐ τῶν πραγμάτων, ὥς φασιν, ἀλλὰ γραμματίῳ περιπεσὼν ἐξ οὗ μοιχείαν τινὰ τῆς γυναικὸς ἐφώρασε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION