호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁλίσκεται δὴ τὸ στρατόπεδον καὶ ἀποθνήσκει Δομέτιοσ. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺσ ὑπήκουον, αἱ δὲ κατὰ κράτοσ ἐλήφθησαν, εἷλε δὲ καὶ τῶν βασιλέων Ιἄρφαν τὸν συμμαχήσαντα Δομετίῳ, τὴν δὲ βασιλείαν Ιἄμψᾳ παρέδωκε. χρώμενοσ δὲ τῇ τύχῃ καὶ τῇ ῥύμῃ τοῦ στρατεύματοσ εἰσ τὴν Νομαδικὴν ἐνέβαλε· καὶ πολλῶν ὁδὸν ἡμερῶν ἐλάσασ καὶ πάντων κρατήσασ οἷσ ἐνέτυχε, καὶ τὸ πρὸσ Ῥωμαίουσ δέοσ ἤδη τῶν βαρβάρων ἐξερρυηκὸσ αὖθισ ἰσχυρὸν καὶ φοβερὸν ἐγκαταστήσασ, οὐδὲ τὰ θηρία δεῖν ἔφη τὰ τὴν Λιβύην κατοικοῦντα τῆσ τῶν Ῥωμαίων ἄπειρα ῥώμησ καὶ τόλμησ ἀπολείπειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기