호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνέστησαν οὖν ἐπ αὐτὸν τρεῖς ἅμα στρατηγοὶ πολέμιοι, Καρίνας καὶ Κλοίλιος καὶ Βροῦτος, οὐκ ἐναντίοι πάντες οὐδὲ ὁμόθεν, ἀλλὰ κύκλῳ τρισὶ στρατοπέδοις περιχωροῦντες ὡς ἀναρπασόμενοι.? ὁ δὲ οὐκ ἔδεισεν, ἀλλὰ πᾶσαν εἰς ταὐτὸ τὴν δύναμιν συναγαγὼν ὡρ´μησεν ἐφ ἓν τὸ τοῦ Βρούτου στράτευμα, τοὺς ἱππεῖς, ἐν οἷς ἦν αὐτός, προτάξας. ἐπεὶ δὲ καὶ παρὰ τῶν πολεμίων ἀντεξίππευσαν οἱ Κελτοί, τὸν πρῶτον αὐτῶν καὶ ῥωμαλεώτατον φθάνει παίσας ἐκ χειρὸς δόρατι καὶ καταβαλών.
οἱ δὲ ἄλλοι τραπόμενοι καὶ τὸ πεζὸν συνετάραξαν, ὥστε φυγὴν γενέσθαι πάντων, ἐκ δὲ τούτου στασιάσαντες οἱ στρατηγοὶ πρὸς ἀλλήλους ἀνεχώρησαν, ὡς ἕκαστος ἔτυχε, Πομπηϊῴ δὲ προσεχώρουν αἱ πόλεις, ὡς διὰ φόβον ἐσκεδασμένων τῶν πολεμίων. αὖθις δὲ Σκηπίωνος ἐπιόντος αὐτῷ τοῦ ὑπάτου, πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας, οἱ Σκηπίωνος ἀσπασάμενοι τοὺς Πομπηϊού μετεβάλοντο, Σκηπίων δὲ ἔφυγε, τέλος δὲ Κάρβωνος αὐτοῦ περὶ τὸν Ἄρσιν ποταμὸν ἱππέων συχνὰς ἴλας ἐφέντος, εὐρώστως ὑποστὰς καὶ τρεψάμενος εἰς χαλεπὰ καὶ ἄφιππα χωρία πάντας ἐμβάλλει διώκων οἱ δὲ τὴν σωτηρίαν ἀνέλπιστον ὁρῶντες ἐνεχείρισαν αὑτοὺς μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기