- 텍스트

Plutarch, Antony, chapter 84 2:

(플루타르코스, Antony, chapter 84 2:)

ἡ δὲ ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθη Καίσαρος ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενεγκεῖν Ἀντωνίῳ:? "ἔθαπτον μέν δε πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος οὖσα, καὶ φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλον τοῦτο σῶμα καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους. "ἄλλας δὲ μὴ προσδέχου τιμὰς ἢ χοάς: "ἀλλ αὗταί σοι τελευταῖαι Κλεοπάτρας ἀγομένης. "ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους: "σὺ μὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δ ἡ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον. "ἀλλ εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς᾿, μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδ ἐν ἐμοὶ περϊ´δῃς θριαμβευόμενον σεαυτόν, ἀλλ ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν ὡς ὁ βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION