- 텍스트

Plutarch, Antony, chapter 79

(플루타르코스, Antony, chapter 79)

ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ:? καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθ αὑτοῦ. μεταστραφεῖσα καὶ θεασαμένη τὸν Προκλήϊον ὡρ´μησε μὲν αὑτὴν πατάξαι:

παρεζωσμένη γὰρ ἐτύγχανέ τι τῶν λῃστρικῶν ξιφιδίων: "ὦ Κλεοπάτρα, καὶ σεαυτὴν καὶ Καίσαρα, μεγάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιν αὐτοῦ, καὶ διαβάλλουσα τὸν πρᾳότατον ἡγεμόνων ὡς ἄπιστον καὶ ἀδιάλλακτον. ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο, καὶ τὴν ἐσθῆτα, μὴ κρύπτοι τι φάρμακον, ἐξέσεισεν.

ἐπέμφθη δὲ καὶ παρὰ Καίσαρος τῶν ἀπελευθέρων Ἐπαφρόδιτος, ᾧ προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον, τἆλλα δὲ πρὸς τὸ ῥᾷστον ἐνδιδόναι καὶ ἥδιστον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION