호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμοσ τότε· τοῦ δὲ χειμῶνοσ παρελθόντοσ αὖθισ ἐπῄει διὰ Συρίασ, οἱ δὲ στρατηγοὶ διὰ Λιβύησ. ἁλόντοσ δὲ Πηλουσίου λόγοσ ἦν ἐνδοῦναι Σέλευκον οὐκ ἀκούσησ τῆσ Κλεοπάτρασ. ἡ δὲ ἐκείνου μὲν γυναῖκα καὶ παῖδασ Ἀντωνίῳ κτεῖναι παρεῖχεν, αὐτὴ δὲ θήκασ ἔχουσα καὶ μνήματα κατεσκευασμένα περιττῶσ εἴσ τε κάλλοσ καὶ ὕψοσ, ἃ προσῳκοδόμησε τῷ ναῷ τῆσ Ἴσιδοσ, ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστησ ἄξια σπουδῆσ, χρυσόν, ἄργυρον, σμάραγδον, μαργαρίτην, ἔβενον, ἐλέφαντα, κινάμωμον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기