호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντώνιος δὲ Λιβύης ἁψάμενος καὶ Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥητορικῷ, Ῥωμαίῳ δὲ Λουκιλλίῳ, περὶ οὗ δἰ ἑτέρων γεγράφαμεν ὡς ἐν Φιλίπποις, ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον, αὐτὸς αὑτόν, ὡς δὴ Βροῦτος ὤν, ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς ὑπ Ἀντωνίου διὰ τοῦτο, πιστὸς αὐτῷ καὶ βέβαιος ἄχρι τῶν ἐσχάτων καιρῶν παρέμεινεν.? ἐπεὶ δὲ καὶ τὴν ἐν Λιβύνͺ δύναμιν ὁ πεπιστευμένος ἀπέστησεν, ὁρμήσας ἑαυτὸν ἀνελεῖν καὶ διακωλυθεὶς ὑπὸ τῶν φίλων καὶ κομισθεὶς εἰς Ἀλεξάνδρειαν εὑρ῀ε Κλεοπάτραν ἐπιτολμῶσαν ἔργῳ παραβόλῳ καὶ μεγάλῳ.
τοῦ γὰρ εἴργοντος ἰσθμοῦ τὴν ἐρυθρὰν ἀπὸ τῆς κατ Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίαν καὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστα τοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι, τριακοσίων σταδίων ὄντων, ἐνεχείρησεν ἄρασα τὸν στόλον ὑπερνεωλκῆσαι, καὶ καθεῖσα τὰς ναῦς εἰς τὸν Ἀραβικὸν κόλπον μετὰ χρημάτων πολλῶν καὶ δυνάμεως ἔξω κατοικεῖν, ἀποφυγοῦσα δουλείαν καὶ πόλεμον. ἐπεὶ δὲ τὰς πρώτας ἀνελκομένας τῶν νεῶν οἱ περὶ τὴν Πέτραν Ἄραβες κατέκαυσαν, ἔτι δὲ Ἀντώνιος τὸν ἐν Ἀκτίῳ στρατὸν ᾤετο συμμένειν, ἐπαύσατο, καὶ τὰς ἐμβολὰς ἐφύλαττεν.
Ἀντώνιος δὲ τὴν πόλιν ἐκλιπὼν καὶ τὰς μετὰ τῶν φίλων διατριβάς, οἴκησιν ἔναλον κατεσκεύαζεν αὑτῷ περὶ τὴν Φάρον, εἰς τὴν θάλασσαν χῶμα προβαλών:
καὶ διῆγεν αὐτόθι φυγὰς ἀνθρώπων, καὶ τὸν Τίμωνος ἀγαπᾶν καὶ ζηλοῦν βίον ἔφασκεν, ὡς δὴ πεπονθὼς ὅμοια: καὶ γὰρ αὐτὸς ἀδικηθεὶς ὑπὸ φίλων καὶ ἀχαριστηθείς, διὰ τοῦτο καὶ πᾶσιν ἀνθρώποις ἀπιστεῖν καὶ δυσχεραίνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기