호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκείνη δὲ γνωρίσασα σημεῖον ἀπὸ τῆς νεὼς ἀνέσχε:? καὶ προσενεχθεὶς οὕτω καὶ ἀναληφθεὶς ἐκείνην μὲν οὔτε εἶδεν οὔτε ὤφθη, παρελθὼν δὲ μόνος εἰς πρῴραν ἐφ ἑαυτοῦ καθῆστο σιωπῇ, ταῖς χερσὶν ἀμφοτέραις ἐχόμενος τῆς κεφαλῆς. ἐν τούτῳ δὲ λιβυρνίδες ὤφθησαν διώκουσαι παρὰ Καίσαρος:
ὁ δὲ ἀντίπρῳρον ἐπιστρέφειν τὴν ναῦν κελεύσας τὰς μὲν ἄλλας ἀνέστειλεν, Εὐρυκλῆς δ ὁ Λάκων ἐνέκειτο σοβαρῶς, λόγχην τινὰ κραδαίνων ἀπὸ τοῦ καταστρώματος ὡς ἀφήσων ἐπ αὐτόν. "ὁ διώκων Ἀντώνιον· "Εὐρυκλῆς ὁ Λαχάρους, τῇ Καίσαρος τύχῃ τὸν τοῦ πατρὸς ἐκδικῶν θάνατον. ὁ δὲ Λαχάρης ὑπ Ἀντωνίου λῃστείας αἰτίᾳ περιπεσὼν ἐπελεκίσθη.
πλὴν οὐκ ἐνέβαλεν ὁ Εὐρυκλῆς εἰς τὴν Ἀντωνίου ναῦν, ἀλλὰ τὴν ἑτέραν τῶν ναυαρχίδων ῾δύο γὰρ ἦσαν τῷ χαλκώματι πατάξας περιερρόμβησε, καὶ ταύτην τε πλαγίαν περιπεσοῦσαν εἷλε καὶ τῶν ἄλλων μίαν, ἐν ᾗ πολυτελεῖς σκευαὶ τῶν περὶ δίαιταν ἦσαν. ἀπαλλαγέντος δὲ τούτου πάλιν ὁ Ἀντώνιος εἰς τὸ αὐτὸ σχῆμα καθεὶς ἑαυτὸν ἡσυχίαν ἦγε:
καὶ τρεῖς ἡμέρας καθ ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς, εἴθ ὑπ ὀργῆς, εἴτ αἰδούμενος ἐκείνην, Ταινάρῳ προσέσχεν. ἐνταῦθα δ αὐτοὺς αἱ συνήθεις γυ ναῖκες πρῶτον μὲν εἰς λόγους ἀλλήλοις συνήγαγον, εἶτα συνδειπνεῖν καὶ συγκαθεύδειν ἔπεισαν. ἤδη δὲ καὶ τῶν στρογγύλων πλοίων οὐκ ὀλίγα καὶ τῶν φίλων τινὲς ἐκ τῆς τροπῆς ἠθροίζοντο πρὸς αὐτούς, ἀγγέλλοντες ἀπολωλέναι τὸ ναυτικόν, οἰέσθαι δὲ τὸ πεζὸν συνεστάναι.
Ἀντώνιος δὲ πρὸς μὲν Κανίδιον ἀγγέλους ἔπεμπεν, ἀναχωρεῖν διὰ Μακεδονίας εἰς Ἀσίαν τῷ στρατῷ κατὰ τάχος κελεύων, αὐτὸς δὲ μέλλων ἀπὸ Ταινάρου πρὸς τὴν Λιβύην διαίρειν, ὁλκάδα μίαν, πολὺ μὲν νόμισμα, πολλοῦ δὲ ἀξίας ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὰς τῶν βασιλικῶν κομίζουσαν, ἐξελόμενος τοῖς φίλοις ἐπέδωκε κοινῇ, νείμασθαι καὶ σώζειν ἑαύτους κελεύσας. ἀρνουμένους δὲ καὶ κλαίοντας εὐμενῶς πάνυ καὶ φιλοφρόνως παραμυθησάμενος καὶ δεηθεὶς ἀπέστειλε, γράψας πρὸς Θεόφιλον τὸν ἐν Κορίνθῳ διοικητὴν ὅπως ἀσφάλειαν ἐκπορίσῃ καὶ ἀποκρύψῃ τοὺς ἄνδρας ἄχρι ἂν ἱλάσασθαι Καίσαρα δυνηθῶσιν.
οὗτος ἦν Θεόφιλος Ἱππάρχου πατὴρ τοῦ πλεῖστον παρὰ Ἀντωνίῳ δυνηθέντος, πρώτου δὲ πρὸς Καίσαρα τῶν ἀπελευθέρων μεταβαλομένου καὶ κατοικήσαντος ὕστερον ἐν Κορίνθῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기