호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶσ ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνωσ ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺσ πολεμίουσ, τῶν ἐν κύκλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων. εὐγνωμόνωσ δὲ καὶ Δομιτίῳ προσηνέχθη παρὰ τὴν Κλεοπάτρασ γνώμην. ἐπεὶ γὰρ ἐκεῖνοσ ἤδη πυρέττων εἰσ μικρὸν ἐμβὰσ ἀκάτιον πρὸσ Καίσαρα μετέστη, βαρέωσ ἐνεγκὼν ὁ Ἀντώνιοσ ὅμωσ πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν μετὰ τῶν φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기