호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι Καλουϊ´σιος:? οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιϊόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δὲ ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον δεόμενοι τοῦ Ἀντωνίου μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων ἀναγορευθέντα. Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα Κλεοπάτρᾳ μὲν ἦν ὕποπτος, ὡς ὑπὲρ Ὀκταουίας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμενος ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων:
κελευσθεὶς δὲ λέγειν ἐφ οἷς ἥκει παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτρας εἰς Αἴγυπτον ἀπαλλαγείσης. "πεποίηκας, ὦ Γεμίνιε, τὴν ἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμενος.
Γεμίνιος μὲν οὖν μετ ὀλίγας ἡμέρας ἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶ τῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακες ἐξέβαλον τὰς παροινίας καὶ βωμολοχίας οὐχ ὑπομένοντας, ὧν καὶ Μάρκος ἦν Σιλανὸς καὶ Δέλλιος ὁ ἱστορικός. οὗτος δὲ καὶ δεῖσαί φησιν ἐπιβουλὴν ἐκ Κλεοπάτρας, Γλαύκου τοῦ ἰατροῦ φράσαντος αὐτῷ. προσέκρουσε δὲ Κλεοπάτρᾳ παρὰ δεῖπνον εἰπὼν αὐτοῖς μὲν ὀξίνην ἐγχεῖσθαι, Σάρμεντον δὲ πίνειν ἐν Ῥώμῃ Φαλερῖνον. ὁ δὲ Σάρμεντος ἦν τῶν Καίσαρος παιγνίων παιδάριον, ἃ δηλίκια Ῥωμαῖοι καλοῦσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기