호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καλουϊ´σιος δὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰς Κλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προὔφερε:? χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περγάμου βιβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδες βιβλίων ἁπλῶν ἦσαν: ἐν δὲ συνδείπνῳ πολλῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆς τοὺς πόδας ἔκ τινος ὁρισμοῦ καὶ συνθήκης γενομένης: Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기