호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενόμενος δὲ ἀπὸ τούτων τοῖς μὲν περὶ τὸν Διόνυσον τεχνίταις Πριήνην ἔδωκεν οἰκητήριον, αὐτὸς δὲ πλεύσας εἰς Ἀθήνας πάλιν ἐν παιδιαῖς ἦν καὶ θεάτροις.? ζηλοτυποῦσα δὲ Κλεοπάτρα τὰς Ὀκταουίας ἐν τῇ πόλει τιμάς ἡ᾿γαπήθη γὰρ ὑπὸ τῶν Ἀθηναίων ἡ Ὀκταουία μάλιστἀ πολλαῖς ἀνελάμβανε φιλοτιμίαις τὸν δῆμον. οἱ δὲ τιμὰς αὐτῇ ψηφισάμενοι πρέσβεις ἔπεμψαν ἐπὶ τὴν οἰκίαν τὸ ψήφισμα κομίζοντας, ὧν εἷς ἦν Ἀντώνιος, ὡς δὴ πολίτης Ἀθηναίων:
καὶ δὴ καταστὰς ἐπ αὐτῆς λόγον ὑπὲρ τῆς πόλεως διεξῆλθεν. εἰς δὲ Ῥώμην ἔπεμψε τοὺς Ὀκταουίαν ἐκ τῆς οἰκίας ἐκβαλοῦντας. ἀπελθεῖν δέ φασιν αὐτὴν τὰ μὲν τέκνα πάντα Ἀντωνίου μεθ ἑαυτῆς ἔχουσαν ἄνευ τοῦ πρεσβυτάτου τῶν ἐκ Φουλβίας ἑ᾿κεῖνος γὰρ ἦν παρὰ τῷ πατρἴ, κλαίουσαν δὲ καὶ δυσφοροῦσαν εἰ δόξει μία τῶν αἰτιῶν τοῦ πολέμου καὶ αὐτὴ γεγονέναι.
Ῥωμαῖοι δὲ ᾤκτειρον οὐκ ἐκείνην, ἀλλ Ἀντώνιον, καὶ μᾶλλον οἱ Κλεοπάτραν ἑωρακότες οὔτε κάλλει τῆς Ὀκταουίας οὔτε ὡρ´ᾳ διαφέρουσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기