호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥσπερ γὰρ βασιλεῦσι καὶ δυνάσταισ καὶ τετράρχαισ ἔθνεσί τε καὶ πόλεσι πάσαισ ταῖσ μεταξὺ Συρίασ καὶ Μαιώτιδοσ καὶ Ἀρμενίασ καὶ Ἰλλυριῶν προείρητο πέμπειν καὶ κομίζειν τὰσ εἰσ τὸν πόλεμον παρασκευάσ, οὕτω πᾶσι τοῖσ περὶ τὸν Διόνυσον τεχνίταισ ἐπάναγκεσ ἦν εἰσ Σάμον ἀπαντᾶν· καὶ τῆσ ἐν κύκλῳ σχεδὸν ἁπάσησ οἰκουμένησ περιθρηνουμένησ καὶ περιστεναζομένησ, μία νῆσοσ ἐφ’ ἡμέρασ πολλὰσ κατηυλεῖτο καὶ κατεψάλλετο πληρουμένων θεάτρων καὶ χορῶν ἀγωνιζομένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기