호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ λέγουσα μᾶλλον ἐβεβαίου δἰ ἔργων. καὶ γὰρ ᾤκει τὴν οἰκίαν, ὥσπερ αὐτοῦ παρόντοσ ἐκείνου, καὶ τῶν τέκνων οὐ μόνον τῶν ἐξ ἑαυτῆσ, ἀλλὰ καὶ τῶν ἐκ Φουλβίασ γεγονότων, καλῶσ καὶ μεγαλοπρεπῶσ ἐπεμελεῖτο· καὶ τοὺσ πεμπομένουσ ἐπὶ ἀρχάσ τινασ ἢ πράγματα τῶν Ἀντωνίου φίλων ὑποδεχομένη συνέπραττεν ὧν παρὰ Καίσαροσ δεηθεῖεν. ἄκουσα δὲ ἔβλαπτε διὰ τούτων Ἀντώνιον· ἐμισεῖτο γὰρ ἀδικῶν γυναῖκα τοιαύτην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기