호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶν Ἀντώνιος εὑρ῀ε δισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς ἀπολωλότας, οὐ πάντας ὑπὸ τῶν πολεμίων, ἀλλ ὑπὲρ ἡμίσεις νοσήσαντας.? ὥδευσαν μὲν οὖν ἀπὸ Φραάτων ἡμέρας ἑπτὰ καὶ εἴκοσι, μάχαις δὲ ὀκτὼ καὶ δέκα Πάρθους ἐνίκησαν, αἱ δὲ νῖκαι κράτος οὐκ εἶχον οὐδὲ βεβαιότητα μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰς διώξεις. ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος.
εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους παρῆσαν, ἐσκευασμένοι παραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων μὲν τοὺς μαχομένους τρεπομένων, ἐκείνων δὲ τοὺς φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν τοσαυτάκις. ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον.
ὁ δὲ λογισμῷ χρησάμενος οὔτε ἐμέμψατο τὴν προδοσίαν οὔτε ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς. ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε, καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάνδρειαν, ἐθριάμβευσεν.
ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기