- 텍스트

Plutarch, Antony, chapter 49

(플루타르코스, Antony, chapter 49)

ἤδη δ ὑπέλαμπεν ἡμέρα, καὶ τοῦ στρατοῦ κόσμον ἀρχομένου τινὰ λαμβάνειν καὶ ἡσυχίαν προσέπιπτε τοῖς τελευταίοις τὰ τῶν Πάρθων τοξεύματα, καὶ μάχης σημεῖον ἐδόθη τοῖς ψιλοῖς.? οἱ δὲ ὁπλῖται πάλιν ὁμοίως κατερέψαντες ἀλλήλους τοῖς θυρεοῖς ὑπέμενον τοὺς βάλλοντας ἐγγὺς οὐ τολμῶντας συνελθεῖν. ὑπαγόντων δὲ κατὰ μικρὸν οὕτως τῶν πρώτων ὁ ποταμὸς ἐφάνη:

καὶ τοὺς ἱππεῖς ἐπ αὐτῷ παρατάξας Ἀντώνιος ἐναντίους τοῖς πολεμίοις διεβίβαζε τοὺς ἀσθενεῖς πρώτους. ἤδη δὲ καὶ τοῖς μαχομένοις ἄδεια καὶ ῥᾳστώνη τοῦ πιεῖν ἦν. ὡς γὰρ εἶδον οἱ Πάρθοι τὸν ποταμόν, τάς τε νευρὰς ἀνῆκαν καὶ θαρροῦντας ἐκέλευον διαπερᾶν τοὺς Ῥωμαίους, πολλὰ τὴν ἀρετὴν αὐτῶν ἐγκωμιάζοντες. διαβάντες οὖν καθ ἡσυχίαν αὑτοὺς ἀνελάμβανον, εἶτα ὥδευον, οὐ πάνυ τι τοῖς Πάρθοις πιστεύοντες.

ἕκτῃ δ ἡμέρᾳ μετὰ τὴν τελευταίαν μάχην ἐπὶ τὸν Ἀράξην ποταμὸν ἧκον, ὁρίζοντα Μηδίαν καὶ Ἀρμενίαν. ἐφάνη δὲ καὶ βάθει καὶ τραχύτητι χαλεπός: καὶ λόγος διῆλθεν ἐνεδρεύοντας αὐτόθι τοὺς πολεμίους ἐπιθήσεσθαι διαβαίνουσιν αὐτοῖς. ἐπεὶ δὲ ἀσφαλῶς διαπεράσαντες ἐπέβησαν τῆς Ἀρμενίας, ὥσπερ ἄρτι γῆν ἐκείνην ἰδόντες ἐκ πελάγους, προσεκύνουν καὶ πρὸς δάκρυα καὶ περιβολὰς ἀλλήλων ὑπὸ χαρᾶς ἐτρέποντο.

προϊόντες δὲ διὰ χώρας εὐδαίμονος καὶ χρώμενοι πᾶσιν ἀνέδην ἐκ πολλῆς ἀπορίας, ὑδερικοῖς καὶ κοιλιακοῖς περιέπιπτον ἀρρωστήμασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION