호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέλλοντοσ δὲ αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν, ἀνὴρ τῷ γένει Μάρδοσ, πολλὰ τοῖσ Πάρθων ἤθεσιν ἐνωμιληκώσ, ἤδη δὲ Ῥωμαίοισ πιστὸσ ἐν τῇ μάχῃ τῇ περὶ τὰσ μηχανὰσ γεγονώσ, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύγειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶ μὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοισ γυμνοῖσ καὶ ἀναπεπταμένοισ ὑποβαλεῖν ἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν, ὃ δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι τῆσ πολιορκίασ αὐτὸν ὁμολογίαισ φιλανθρώποισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기